§5.69.1ταῦτα μέν νυν ὁ Σικυώνιος Κλεισθένης ἐπεποιήκεε·
Thus, Cleisthenes of Sicyon had done these things.
ὁ δὲ δὴ Ἀθηναῖος Κλεισθένης ἐὼν τοῦ Σικυωνίου τούτου θυγατριδέος καὶ τὸ οὔνομα ἐπὶ τούτου ἔχων, δοκέειν ἐμοὶ καὶ οὗτος ὑπεριδὼν Ἴωνας, ἵνα μὴ σφίσι αἱ αὐταὶ ἔωσι φυλαὶ καὶ Ἴωσι, τὸν ὁμώνυμον Κλεισθένεα ἐμιμήσατο.
But Cleisthenes of Athens, being a grandson of this Sicyonian Cleisthenes by his daughter and having his name after him, seems to me, he too, to have mimicked his namesake Cleisthenes, out of contempt for the Ionians, so that they and the Ionians might not have the same tribes.
§5.69.2ὡς γὰρ δὴ τὸν Ἀθηναίων δῆμον πρότερον ἀπωσμένον τότε πάντων πρὸς τὴν ἑωυτοῦ μοῖραν προσεθήκατο, τὰς φυλὰς μετωνόμασε καὶ ἐποίησε πλεῦνας ἐξ ἐλασσόνων· δέκα τε δὴ φυλάρχους ἀντὶ τεσσέρων ἐποίησε, δέκαχαδὲ καὶ τοὺς δήμους κατένειμε ἐς τὰς φυλάς·
For indeed, when he then associated the Athenian common people—who previously had been excluded from everything—with his own faction, he renamed the tribes and made them more from fewer; and he made ten tribe-leaders instead of four, and distributed the demes in ten groups among the tribes.
ἦν τε τὸν δῆμον προσθέμενος πολλῷ κατύπερθε τῶν ἀντιστασιωτέων.
And by having won over the common people, he was far superior to his political rivals.