§5.69.1ταῦτα μέν νυν ὁ Σικυώνιος Κλεισθένης ἐπεποιήκεε·
确实,西库翁的克里斯提尼做了这些事。
ὁ δὲ δὴ Ἀθηναῖος Κλεισθένης ἐὼν τοῦ Σικυωνίου τούτου θυγατριδέος καὶ τὸ οὔνομα ἐπὶ τούτου ἔχων, δοκέειν ἐμοὶ καὶ οὗτος ὑπεριδὼν Ἴωνας, ἵνα μὴ σφίσι αἱ αὐταὶ ἔωσι φυλαὶ καὶ Ἴωσι, τὸν ὁμώνυμον Κλεισθένεα ἐμιμήσατο.
但是,雅典的克里斯提尼作为这位西库翁的克里斯提尼的外孙,并因他而得名,在我看来,他同样因为轻视爱奥尼亚人,为了使他们自己与爱奥尼亚人不致拥有相同的部族,而模仿了与他同名的克里斯提尼。
§5.69.2ὡς γὰρ δὴ τὸν Ἀθηναίων δῆμον πρότερον ἀπωσμένον τότε πάντων πρὸς τὴν ἑωυτοῦ μοῖραν προσεθήκατο, τὰς φυλὰς μετωνόμασε καὶ ἐποίησε πλεῦνας ἐξ ἐλασσόνων·
因为当时,当他把此前被排除在一切之外的雅典平民拉拢到自己这一方时,他便更改了部族的名称,并使它们由少变多。
δέκα τε δὴ φυλάρχους ἀντὶ τεσσέρων ἐποίησε, δέκαχαδὲ καὶ τοὺς δήμους κατένειμε ἐς τὰς φυλάς·
他设立了十位部落长来代替原来的四位,并将各个德莫(区)分为十组分配到各个部族中。
ἦν τε τὸν δῆμον προσθέμενος πολλῷ κατύπερθε τῶν ἀντιστασιωτέων.
由于把平民争取到了自己这边,他便远远超越了其政敌。