§5.70.1ἐν τῷ μέρεϊ δὲ ἑσσούμενος ὁ Ἰσαγόρης ἀντιτεχνᾶται τάδε· ἐπικαλέεται Κλεομένεα τὸν Λακεδαιμόνιον γενόμενον ἑωυτῷ ξεῖνον ἀπὸ τῆς Πεισιστρατιδέων πολιορκίης·
Now Isagoras, being defeated in his turn, devised a counter-scheme: he called in Cleomenes the Lacedaemonian, who had become a guest-friend to him since the siege of the Pisistratidae.
τὸν δὲ Κλεομένεα εἶχε αἰτίη φοιτᾶν παρὰ τοῦ Ἰσαγόρεω τὴν γυναῖκα.
Indeed, Cleomenes was under suspicion of visiting the wife of Isagoras.
§5.70.2τὰ μὲν δὴ πρῶτα πέμπων ὁ Κλεομένης ἐς τὰς Ἀθήνας κήρυκα ἐξέβαλλε Κλεισθένεα καὶ μετʼ αὐτοῦ ἄλλους πολλοὺς Ἀθηναίων, τοὺς ἐναγέας ἐπιλέγων· ταῦτα δὲ πέμπων ἔλεγε ἐκ διδαχῆς τοῦ Ἰσαγόρεω. οἱ μὲν γὰρ Ἀλκμεωνίδαι καὶ οἱ συστασιῶται αὐτῶν εἶχον αἰτίην τοῦ φόνου τούτου, αὐτὸς δὲ οὐ μετεῖχε οὐδʼ οἱ φίλοι αὐτοῦ.
At first, Cleomenes, sending a herald to Athens, demanded the banishment of Cleisthenes and with him many other Athenians, calling them "the accursed." He made this demand by message at the instigation of Isagoras; for the Alcmaeonidae and their partisans were held responsible for that murder, but Isagoras himself had no part in it, nor did his friends.