§5.67.1ταῦτα δέ, δοκέειν ἐμοί, ἐμιμέετο ὁ Κλεισθένης οὗτος τὸν ἑωυτοῦ μητροπάτορα Κλεισθένεα τὸν Σικυῶνος τύραννον.
In my opinion, this Cleisthenes was imitating his own maternal grandfather, Cleisthenes the tyrant of Sicyon.
Κλεισθένης γὰρ Ἀργείοισι πολεμήσας τοῦτο μὲν ῥαψῳδοὺς ἔπαυσε ἐν Σικυῶνι ἀγωνίζεσθαι τῶν Ὁμηρείων ἐπέων εἵνεκα, ὅτι Ἀργεῖοί τε καὶ Ἄργος τὰ πολλὰ πάντα ὑμνέαται· τοῦτο δέ, ἡρώιον γὰρ ἦν καὶ ἔστι ἐν αὐτῇ τῇ ἀγορῇ τῶν Σικυωνίων Ἀδρήστου τοῦ Ταλαοῦ, τοῦτον ἐπεθύμησε ὁ Κλεισθένης ἐόντα Ἀργεῖον ἐκβαλεῖν ἐκ τῆς χώρης.
For Cleisthenes, having waged war against the Argives, on the one hand stopped the rhapsodists from competing in Sicyon on account of the Homeric verses, because the Argives and Argos are celebrated in almost all of them; on the other hand, since there was and still is a hero-shrine of Adrastus, son of Talaus, in the very marketplace of the Sicyonians, Cleisthenes, because Adrastus was an Argive, desired to cast him out of the country.
§5.67.2ἐλθὼν δὲ ἐς Δελφοὺς ἐχρηστηριάζετο εἰ ἐκβάλοι τὸν Ἄδρηστον· ἡ δὲ Πυθίη οἱ χρᾷ φᾶσα Ἄδρηστον μὲν εἶναι Σικυωνίων βασιλέα, κεῖνον δὲ λευστῆρα.
He went to Delphi and consulted the oracle as to whether he might cast Adrastus out; but the Pythia gave him an oracle, saying that Adrastus was the king of the Sicyonians, whereas he was a stone-thrower.
ἐπεὶ δὲ ὁ θεὸς τοῦτό γε οὐ παρεδίδου, ἀπελθὼν ὀπίσω ἐφρόντιζε μηχανὴν τῇ αὐτὸς ὁ Ἄδρηστος ἀπαλλάξεται.
Since the god would not grant him this, he went back and devised a scheme by which Adrastus himself would depart.
ὡς δέ οἱ ἐξευρῆσθαι ἐδόκεε, πέμψας ἐς Θήβας τὰς Βοιωτίας ἔφη θέλειν ἐπαγαγέσθαι Μελάνιππον τὸν Ἀστακοῦ· οἱ δὲ Θηβαῖοι ἔδοσαν.
When it seemed to him that he had found a way, he sent to Boeotian Thebes, saying that he wished to introduce Melanippus, the son of Astacus; and the Thebans gave him.
§5.67.3ἐπαγαγόμενος δὲ ὁ Κλεισθένης τὸν Μελάνιππον τέμενός οἱ ἀπέδεξε ἐν αὐτῷ τῷ πρυτανηίῳ καί μιν ἵδρυσε ἐνθαῦτα ἐν τῷ ἰσχυροτάτῳ.
Having introduced Melanippus, Cleisthenes designated a sacred precinct for him in the very prytaneum and established him there in the strongest place.
ἐπηγάγετο δὲ τὸν Μελάνιππον ὁ Κλεισθένης ʽ καὶ γὰρ τοῦτο δεῖ ἀπηγήσασθαἰ ὡς ἔχθιστον ἐόντα Ἀδρήστῳ, ὃς τόν τε ἀδελφεόν οἱ Μηκιστέα ἀπεκτόνεε καὶ τὸν γαμβρὸν Τυδέα.
Cleisthenes introduced Melanippus—for this too must be related—because he was the bitterest enemy of Adrastus, having killed his brother Mecisteus and his son-in-law Tydeus.
§5.67.4ἐπείτε δέ οἱ τὸ τέμενος ἀπέδεξε, θυσίας τε καὶ ὁρτὰς Ἀδρήστου ἀπελόμενος ἔδωκε τῷ Μελανίππῳ.
When he had designated the precinct for him, he took away the sacrifices and festivals of Adrastus and gave them to Melanippus.
οἱ δὲ Σικυώνιοι ἐώθεσαν μεγαλωστὶ κάρτα τιμᾶν τὸν Ἄδρηστον· ἡ γὰρ χώρη ἦν αὕτη Πολύβου, ὁ δὲ Ἄδρηστος ἦν Πολύβου θυγατριδέος, ἄπαις δὲ Πόλυβος τελευτῶν διδοῖ Ἀδρήστῳ τὴν ἀρχήν.
Now the Sicyonians had been accustomed to honor Adrastus very greatly; for this country had belonged to Polybus, and Adrastus was the grandson of Polybus by his daughter, and Polybus, dying without children, left the rule to Adrastus.
§5.67.5τά τε δὴ ἄλλα οἱ Σικυώνιοι ἐτίμων τὸν Ἄδρηστον καὶ δὴ πρὸς τὰ πάθεα αὐτοῦ τραγικοῖσι χοροῖσι ἐγέραιρον, τὸν μὲν Διόνυσον οὐ τιμῶντες, τὸν δὲ Ἄδρηστον.
The Sicyonians honored Adrastus in other ways, and especially they glorified his sufferings with tragic choruses, not honoring Dionysus, but Adrastus.
Κλεισθένης δὲ χοροὺς μὲν τῷ Διονύσῳ ἀπέδωκε, τὴν δὲ ἄλλην θυσίην Μελανίππῳ.
But Cleisthenes restored the choruses to Dionysus, and the rest of the sacrifice to Melanippus.