§5.48.1Δωριεὺς μέν νυν τρόπῳ τοιούτῳ ἐτελεύτησε·
In this manner, then, Dorieus met his end.
εἰ δὲ ἠνέσχετο βασιλευόμενος ὑπὸ Κλεομένεος καὶ κατέμενε ἐν Σπάρτῃ, ἐβασίλευσε ἂν Λακεδαίμονος· οὐ γάρ τινα πολλὸν χρόνον ἦρξε ὁ Κλεομένης, ἀλλʼ ἀπέθανε ἄπαις, θυγατέρα μούνην λιπών, τῇ οὔνομα ἦν Γοργώ.
But if he had endured being ruled by Cleomenes and had remained in Sparta, he would have become king of Lacedaemon; for Cleomenes did not rule for any long time, but died childless, leaving only a daughter, whose name was Gorgo.