§5.44.1τὸν χρόνον δὲ τοῦτον, ὡς λέγουσι Συβαρῖται, σφέας τε αὐτοὺς καὶ Τῆλυν τὸν ἑωυτῶν βασιλέα ἐπὶ Κρότωνα μέλλειν στρατεύεσθαι, τοὺς δὲ Κροτωνιήτας περιδεέας γενομένους δεηθῆναι Δωριέος σφίσι τιμωρῆσαι καὶ τυχεῖν δεηθέντας· συστρατεύεσθαί τε δὴ ἐπὶ Σύβαριν Δωριέα καὶ συνελεῖν τὴν Σύβαριν.
At this time, as the Sybarites say, they themselves and Telys their king were about to march against Croton, and the Crotoniates, becoming terrified, begged Dorieus to help them and had their request granted; and indeed Dorieus joined in the campaign against Sybaris and helped to capture Sybaris.
§5.44.2ταῦτα μέν νυν Συβαρῖται λέγουσι ποιῆσαι Δωριέα τε καὶ τοὺς μετʼ αὐτοῦ, Κροτωνιῆται δὲ οὐδένα σφίσι φασὶ ξεῖνον προσεπιλαβέσθαι τοῦ πρὸς Συβαρίτας πολέμου εἰ μὴ Καλλίην τῶν Ἰαμιδέων μάντιν Ἠλεῖον μοῦνον, καὶ τοῦτον τρόπῳ τοιῷδε· παρὰ Τήλυος τοῦ Συβαριτέων τυράννου ἀποδράντα ἀπικέσθαι παρὰ σφέας, ἐπείτε οἱ τὰ ἱρὰ οὐ προεχώρεε χρηστὰ θυομένῳ ἐπὶ Κρότωνα.
Now this is what the Sybarites say Dorieus and his men did, but the Crotoniates say that no foreigner helped them in the war against the Sybarites except only Callias, an Elean prophet of the family of the Iamidae, and he did so in the following manner: he had run away from Telys, the tyrant of Sybaris, and came to them, because when he was offering sacrifice for the campaign against Croton, the omens did not turn out favorable for him.