§5.113.1Ἀρτύβιος μὲν δὴ ὁ στρατηγὸς τῶν Περσέων ὁμοῦ τῷ ἵππῳ πίπτει αὐτοῦ ταύτῃ.
Thus Artybius, the general of the Persians, fell there on the spot together with his horse.
μαχομένων δὲ καὶ τῶν ἄλλων, Στησήνωρ τύραννος ἐὼν Κουρίου προδιδοῖ ἔχων δύναμιν ἀνδρῶν περὶ ἑωυτὸν οὐ σμικρήν.
While the others were still fighting, Stesenor, being tyrant of Kurion, betrayed his side, having with him a not inconsiderable force of men.
οἱ δὲ Κουριέες οὗτοι λέγονται εἶναι Ἀργείων ἄποικοι.
These Kurians are said to be colonists from Argos.
προδόντων δὲ τῶν Κουριέων αὐτίκα καὶ τὰ Σαλαμινίων πολεμιστήρια ἅρματα τὠυτὸ τοῖσι Κουριεῦσι ἐποίεε.
As the Kurians betrayed them, immediately the war-chariots of the Salaminians also did the same as the Kurians.
γινομένων δὲ τούτων κατυπέρτεροι ἦσαν οἱ Πέρσαι τῶν Κυπρίων.
As these things were happening, the Persians became superior to the Cyprians.
§5.113.2τετραμμένου δὲ τοῦ στρατοπέδου ἄλλοι τε ἔπεσον πολλοὶ καὶ δὴ καὶ Ὀνήσιλός τε ὁ Χέρσιος, ὅς περ τὴν Κυπρίων ἀπόστασιν ἔπρηξε, καὶ ὁ Σολίων βασιλεὺς Ἀριστόκυπρος ὁ Φιλοκύπρου, Φιλοκύπρου δὲ τούτου τὸν Σόλων ὁ Ἀθηναῖος ἀπικόμενος ἐς Κύπρον ἐν ἔπεσι αἴνεσε τυράννων μάλιστα.
When their army was put to flight, many others fell, and in particular Onesilus the son of Chersis, who had engineered the revolt of the Cyprians, and the king of the Solians, Aristokypros the son of Philokypros; this Philokypros was the one whom Solon the Athenian, when he came to Cyprus, praised in his verses most of all rulers.