§5.114.1Ὀνησίλου μέν νυν Ἀμαθούσιοι, ὅτι σφέας ἐπολιόρκησε, ἀποταμόντες τὴν κεφαλὴν ἐκόμισαν ἐς Ἀμαθοῦντα καί μιν ἀνεκρέμασαν ὑπὲρ τῶν πυλέων·
As for Onesilus, the Amathusians, because he had besieged them, cut off his head and brought it to Amathus, and hung it up over the gates.
κρεμαμένης δὲ τῆς κεφαλῆς καὶ ἤδη ἐούσης κοίλης, ἐσμὸς μελισσέων ἐσδὺς ἐς αὐτὴν κηρίων μιν ἐνέπλησε.
While the head was hanging there and had already become hollow, a swarm of bees entered into it and filled it with honeycomb.
§5.114.2τούτου δὲ γενομένου τοιούτου, ἐχρέωντο γὰρ περὶ αὐτῆς οἱ Ἀμαθούσιοι, ἐμαντεύθη σφι τὴν μὲν κεφαλὴν κατελόντας θάψαι, Ὀνησίλῳ δὲ θύειν ὡς ἥρωϊ ἀνὰ πᾶν ἔτος, καί σφι ποιεῦσι ταῦτα ἄμεινον συνοίσεσθαι.
Since this had happened—for the Amathusians consulted an oracle about it—it was declared to them by the oracle that they should take down the head and bury it, and sacrifice to Onesilus every year as a hero, and that if they did this, it would turn out better for them.