§4.77.1καίτοι τινὰ ἤδη ἤκουσα λόγον ἄλλον ὑπὸ Πελοποννησίων λεγόμενον, ὡς ὑπὸ τοῦ Σκυθέων βασιλέος Ἀνάχαρσις ἀποπεμφθεὶς τῆς Ἑλλάδος μαθητὴς γένοιτο, ὀπίσω τε ἀπονοστήσας φαίη πρὸς τὸν ἀποπέμψαντα Ἕλληνας πάντας ἀσχόλους εἶναι ἐς πᾶσαν σοφίην πλὴν Λακεδαιμονίων, τούτοισι δὲ εἶναι μούνοισι σωφρόνως δοῦναι τε καὶ δέξασθαι λόγον.
And yet, I have already heard another story told by the Peloponnesians, to the effect that Anacharsis, having been sent by the king of the Scythians, became a disciple of Greece, and when he returned back, he said to the one who had sent him that all the other Greeks had no leisure for any kind of wisdom except the Lacedaemonians, and that to these alone was it possible to give and receive argument sensibly.
§4.77.2ἀλλʼ οὗτος μὲν ὁ λόγος ἄλλως πέπλασται ὑπʼ αὐτῶν Ἑλλήνων, ὁ δʼ ὦν ἀνὴρ ὥσπερ πρότερον εἰρέθη διεφθάρη.
But this story has been idly fabricated by the Greeks themselves, and the man was in fact destroyed in the manner previously described.