§4.47.1ἐξεύρηται δέ σφι ταῦτα τῆς τε γῆς ἐούσης ἐπιτηδέης καὶ τῶν ποταμῶν ἐόντων σφι συμμάχων.
This has been devised by them because their land is suitable and the rivers are their allies.
ἥ τε γὰρ γῆ ἐοῦσα πεδιὰς αὕτη ποιώδης τε καὶ εὔυδρος ἐστί, ποταμοί τε διʼ αὐτῆς ῥέουσι οὐ πολλῷ τεῳ ἀριθμὸν ἐλάσσονες τῶν ἐν Αἰγύπτῳ διωρύχων.
For this land, being a plain, is grassy and well-watered, and rivers flow through it which are not much fewer in number than the canals in Egypt.
§4.47.2ὅσοι δὲ ὀνομαστοί τε εἰσὶ αὐτῶν καὶ προσπλωτοὶ ἀπὸ θαλάσσης, τούτους ὀνομανέω Ἴστρος μὲν πεντάστομος, μετὰ δὲ Τύρης τε καὶ Ὕπανις καὶ Βορυσθένης καὶ Παντικάπης καὶ Ὑπάκυρις καὶ Γέρρος καὶ Τάναϊς.
Those of them that are famous and navigable from the sea, I will name: first the Ister with five mouths, and after it the Tyras, the Hypanis, the Borysthenes, the Panticapes, the Hypacyris, the Gerrhus, and the Tanais.
ῥέουσι δὲ οἵδε κατὰ τάδε.
And these flow as follows.