§4.27.1γινώσκονται μὲν δὴ καὶ οὗτοι, τὸ δὲ ἀπὸ τούτων τὸ κατύπερθε Ἰσσηδόνες εἰσὶ οἱ λέγοντες μουνοφθάλμους ἀνθρώπους καὶ χρυσοφύλακας γρῦπας εἶναι· παρὰ δὲ τούτων Σκύθαι παραλαβόντες λέγουσι, παρὰ δὲ Σκυθέων ἡμεῖς οἱ ἄλλοι νενομίκαμεν καὶ ὀνομάζομεν αὐτοὺς σκυθιστὶ Ἀριμασπούς· ἄριμα γὰρ ἓν καλέουσι Σκύθαι, σποῦ δὲ ὀφθαλμόν.
Indeed, these people also are known, but as for the region above them, it is the Issedones who say that there are one-eyed men and gold-guarding griffins; and having received this account from them, the Scythians tell it, and from the Scythians we, the rest, have accepted the belief and call them, in Scythian, Arimaspians; for the Scythians call "arima" one, and "spou" eye.