§4.196.1λέγουσι δὲ καὶ τάδε Καρχηδόνιοι.
The Carthaginians also tell this story.
εἶναι τῆς Λιβύης χῶρόν τε καὶ ἀνθρώπους ἔξω Ἡρακλέων στηλέων κατοικημένους· ἐς τοὺς ἐπεὰν ἀπίκωνται καὶ ἐξέλωνται τὰ φορτία, θέντες αὐτὰ ἐπεξῆς παρὰ τὴν κυματωγήν, ἐσβάντες ἐς τὰ πλοῖα τύφειν καπνόν.
They say that there is a region of Libya and men dwelling outside the Pillars of Heracles; when they arrive among these people and unload their cargo, they set it in order along the beach, and then, returning on board their ships, they raise a smoke.
τοὺς δʼ ἐπιχωρίους ἰδομένους τὸν καπνὸν ἰέναι ἐπὶ τὴν θάλασσαν καὶ ἔπειτα ἀντὶ τῶν φορτίων χρυσὸν τιθέναι καὶ ἐξαναχωρέειν πρόσω ἀπὸ τῶν φορτίων.
The natives, seeing the smoke, come down to the sea, and then they lay down gold in exchange for the cargo and withdraw far away from the goods.
§4.196.2τοὺς δὲ Καρχηδονίους ἐκβάντας σκέπτεσθαι, καὶ ἢν μὲν φαίνηταί σφι ἄξιος ὁ χρυσὸς τῶν φορτίων, ἀνελόμενοι ἀπαλλάσσονται, ἢν δὲ μὴ ἄξιος, ἐσβάντες ὀπίσω ἐς τὰ πλοῖα κατέαται·
The Carthaginians then disembark and examine the gold, and if it appears to them to be of equal value to the cargo, they take it up and depart; but if it is not of equal value, they go back on board their ships and sit waiting.
οἱ δὲ προσελθόντες ἄλλον πρὸς ὦν ἔθηκαν χρυσόν, ἐς οὗ ἂν πείθωσι.
Then the natives approach and add still more gold, until they satisfy them.
ἀδικέειν δὲ οὐδετέρους.
And neither party, they say, does wrong to the other.
§4.196.3οὔτε γὰρ αὐτοὺς τοῦ χρυσοῦ ἅπτεσθαι πρὶν ἄν σφι ἀπισωθῇ τῇ ἀξίῃ τῶν φορτίων, οὔτʼ ἐκείνους τῶν φορτίων ἅπτεσθαι πρότερον ἢ αὐτοὶ τὸ χρυσίον λάβωσι.
For the Carthaginians do not touch the gold until it has been made equal to the value of their cargo, nor do the natives touch the cargo before the Carthaginians themselves have taken the gold.