§4.187.1ταῦτα μὲν δὴ οὕτω ἔχει.
These things are indeed so.
τὸ δὲ πρὸς ἑσπέρης τῆς Τριτωνίδος λίμνης οὐκέτι νομάδες εἰσὶ Λίβυες οὐδὲ νόμοισι τοῖσι αὐτοῖσι χρεώμενοι, οὐδὲ κατὰ τὰ παιδία ποιεῦντες οἷον τι καὶ οἱ νομάδες ἐώθασι ποιέειν.
But to the west of Lake Tritonis, the Libyans are no longer nomads, nor do they practice the same customs, nor do they do with regard to their children anything such as the nomads are accustomed to do.
§4.187.2οἱ γὰρ δὴ τῶν Λιβύων νομάδες, εἰ μὲν πάντες, οὐκ ἔχω ἀτρεκέως τοῦτο εἰπεῖν, ποιεῦσι δὲ αὐτῶν συχνοὶ τοιάδε· τῶν παιδίων τῶν σφετέρων, ἐπεὰν τετραέτεα γένηται, οἴσπῃ προβάτων καίουσι τὰς ἐν τῇσι κορυφῇσι φλέβας, μετεξέτεροι δὲ αὐτῶν τὰς ἐν τοῖσι κροτάφοισι, τοῦδε εἵνεκα ὡς μή σφεας ἐς τὸν πάντα χρόνον καταρρέον φλέγμα ἐκ τῆς κεφαλῆς δηλέηται.
For the nomadic Libyans—whether all of them do, I cannot say for certain, but many of them do as follows: when their children become four years old, they burn the veins on the crowns of their heads with greasy sheep's wool, and others of them, the veins on their temples, for this reason, so that phlegm flowing down from the head may not harm them for the rest of their lives.
§4.187.3καὶ διὰ τοῦτο σφέας λέγουσι εἶναι ὑγιηροτάτους· εἰσὶ γὰρ ὡς ἀληθέως οἱ Λίβυες ἀνθρώπων πάντων ὑγιηρότατοι τῶν ἡμεῖς ἴδμεν, εἰ μὲν διὰ τοῦτο, οὐκ ἔχω ἀτρεκέως εἰπεῖν, ὑγιηρότατοι δʼ ὦν εἰσί.
And because of this, they say that they are the healthiest of people; for indeed, the Libyans are the healthiest of all the people we know, whether it is because of this, I cannot say for certain, but they are indeed the healthiest.
ἢν δὲ καίουσι τὰ παιδία σπασμὸς ἐπιγένηται, ἐξεύρηταί σφι ἄκος· τράγου γὰρ οὖρον σπείσαντες ῥύονται σφέα.
But if a convulsion occurs when they are burning the children, a remedy has been found by them: for by sprinkling the urine of a he-goat, they rescue them.
λέγω δὲ τὰ λέγουσι αὐτοὶ Λίβυες.
I am repeating what the Libyans themselves say.