§4.147.1τὸν δὲ αὐτὸν τοῦτον χρόνον Θήρας ὁ Αὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκεος ἔστελλε ἐς ἀποικίην ἐκ Λακεδαίμονος·
And at this same time, Theras, the son of Autesion, son of Tisamenus, son of Thersander, son of Polynices, was preparing an expedition for a colony from Lacedaemon.
§4.147.2ἦν δὲ ὁ Θήρας οὗτος, γένος ἐὼν Καδμεῖος, τῆς μητρὸς ἀδελφεὸς τοῖσι Ἀριστοδήμου παισὶ Εὐρυσθένεϊ καὶ Προκλέι.
Now this Theras, being by race a Cadmean, was a maternal uncle to the sons of Aristodemus, Eurysthenes and Procles.
ἐόντων δὲ ἔτι τῶν παίδων τούτων νηπίων ἐπιτροπαίην εἶχε ὁ Θήρας τὴν ἐν Σπάρτῃ βασιληίην.
And while these children were still infants, Theras held the guardianship of the kingship in Sparta.
§4.147.3αὐξηθέντων δὲ τῶν ἀδελφιδέων καὶ παραλαβόντων τὴν ἀρχήν, οὕτω δὴ ὁ Θήρας δεινὸν ποιεύμενος ἄρχεσθαι ὑπʼ ἄλλων ἐπείτε ἐγεύσατο ἀρχῆς, οὐκ ἔφη μένειν ἐν τῇ Λακεδαίμονι ἀλλʼ ἀποπλεύσεσθαι ἐς τοὺς συγγενέας.
But when his nephews had grown up and taken over the rule, then indeed Theras, thinking it a terrible thing to be ruled by others after he had tasted of rule, said that he would not remain in Lacedaemon but would sail away to his kinsmen.
§4.147.4ἦσαν δὲ ἐν τῇ νῦν Θήρῃ καλεομένῃ νήσῳ, πρότερον δὲ Καλλίστῃ τῇ αὐτῇ ταύτῃ, ἀπόγονοι Μεμβλιάρου τοῦ Ποικίλεω ἀνδρὸς Φοίνικος.
And there were on the island now called Thera, but formerly this same called Calliste, descendants of Membliarus, the son of Poeciles, a Phoenician man.
Κάδμος γὰρ ὁ Ἀγήνορος Εὐρώπην διζήμενος προσέσχε ἐς τὴν νῦν Θήρην καλεομένην· προσσχόντι δὲ εἴτε δή οἱ ἡ χώρη ἤρεσε, εἴτε καὶ ἄλλως ἠθέλησε ποιῆσαι τοῦτο· καταλείπει γὰρ ἐν τῇ νήσῳ ταύτῃ ἄλλους τε τῶν Φοινίκων καὶ δὴ καὶ τῶν ἑωυτοῦ συγγενέων Μεμβλίαρον.
For Cadmus, the son of Agenor, seeking Europa, had put in at the island now called Thera; and when he had put in, whether because the land pleased him, or because he wished for some other reason to do this, he left on this island both others of the Phoenicians and especially Membliarus, one of his own kinsmen.
§4.147.5οὗτοι ἐνέμοντο τὴν Καλλίστην καλεομένην ἐπὶ γενεάς, πρὶν ἤ Θήραν ἐλθεῖν ἐκ Λακεδαίμονος, ὀκτὼ ἀνδρῶν.
These people inhabited the island called Calliste for eight generations of men, before Theras came from Lacedaemon.