§4.142.1Πέρσαι μὲν ὦν οὕτω ἐκφεύγουσι Σκύθαι δὲ διζήμενοι καὶ τὸ δεύτερον ἥμαρτον τῶν Περσέων, καὶ τοῦτο μὲν ὡς ἐόντας Ἴωνας ἐλευθέρους κακίστους τε καὶ ἀνανδροτάτους κρίνουσι εἶναι ἁπάντων ἀνθρώπων, τοῦτο δέ, ὡς δούλων ἐόντων τὸν λόγον ποιεύμενοι, ἀνδράποδα φιλοδέσποτα φασὶ εἶναι καὶ ἄδρηστα.
Thus the Persians escaped; but the Scythians in their search missed the Persians a second time. On the one hand, regarding the Ionians as free men, they judged them to be the most cowardly and base of all mankind; on the other hand, making their account of them as slaves, they said they were master-loving and unable to escape.
ταῦτα μὲν δὴ Σκύθῃσι ἐς Ἴωνας ἀπέρριπται.
These indeed are the taunts flung by the Scythians against the Ionians.