§4.143.1Δαρεῖος δὲ διὰ τῆς Θρηίκης πορευόμενος ἀπίκετο ἐς Σηστὸν τῆς Χερσονήσου.
Darius, marching through Thrace, came to Sestos in the Chersonese.
ἐνθεῦτεν δὲ αὐτὸς μὲν διέβη τῇσι νηυσὶ ἐς τὴν Ἀσίην, λείπει δὲ στρατηγὸν ἐν τῇ Εὐρώπῃ Μεγάβαζον ἄνδρα Πέρσην· τῷ Δαρεῖος κοτὲ ἔδωκε γέρας, τοιόνδε εἴπας ἐν Πέρσῃσι ἔπος.
From there he himself crossed over in his ships to Asia, but he left Megabazus, a Persian, as general in Europe; to whom Darius once gave honor by speaking this word among the Persians.
§4.143.2ὁρμημένου Δαρείου ῥοιὰς τρώγειν, ὡς ἄνοιξε τάχιστα τὴν πρώτην τῶν ῥοιέων, εἴρετο αὐτὸν ὁ ἀδελφεὸς Ἀρτάβανος ὅ τι βούλοιτʼ ἄν οἱ τοσοῦτο πλῆθος γενέσθαι ὅσοι ἐν τῇ ῥοιῇ κόκκοι· Δαρεῖος δὲ εἶπε Μεγαβάζους ἄν οἱ τοσούτους ἀριθμὸν γενέσθαι βούλεσθαι μᾶλλον ἢ τὴν Ἑλλάδα ὑπήκοον.
When Darius was about to eat pomegranates, as soon as he opened the first of them, his brother Artabanus asked him what he would wish to have in such great number as there were seeds in the pomegranate; and Darius said that he would rather wish to have as many men like Megabazus in number than to have Greece subject to him.
§4.143.3ἐν μὲν δὴ Πέρσησι ταῦτά μιν εἴπας ἐτίμα, τότε δὲ αὐτὸν ὑπέλιπε στρατηγὸν ἔχοντα τῆς στρατιῆς τῆς ἑωυτοῦ ὀκτὼ μυριάδας.
Having spoken thus of him among the Persians, he honored him; and at that time he left him behind as general, having eighty thousand of his own army.