§4.13.1ἔφη δὲ Ἀριστέης ὁ Καϋστροβίου ἀνὴρ Προκοννήσιος ποιέων ἔπεα, ἀπικέσθαι ἐς Ἰσσηδόνας φοιβόλαμπτος γενόμενος, Ἰσσηδόνων δὲ ὑπεροικέειν Ἀριμασποὺς ἄνδρας μουνοφθάλμους ὕπερ δὲ τούτων τοὺς χρυσοφύλακας γρῦπας, τούτων δὲ τοὺς Ὑπερβορέους κατήκοντας ἐπὶ θάλασσαν.
Aristeas, son of Caustrobius, a man of Proconnesus and a writer of epic poetry, said that, being possessed by Phoebus, he reached the Issedones; and that beyond the Issedones dwell the Arimaspians, who are one-eyed men, and beyond them the gold-guarding griffins, and beyond these the Hyperboreans, extending down to the sea.
§4.13.2τούτους ὦν πάντας πλὴν Ὑπερβορέων, ἀρξάντων Ἀριμασπῶν, αἰεὶ τοῖσι πλησιοχώροισι ἐπιτίθεσθαι, καὶ ὑπὸ μὲν Ἀριμασπῶν ἐξωθέεσθαι ἐκ τῆς χώρης Ἰσσηδόνας, ὑπὸ δὲ Ἰσσηδόνων Σκύθας, Κιμμερίους δὲ οἰκέοντας ἐπὶ τῇ νοτίῃ θαλάσσῃ ὑπὸ Σκυθέων πιεζομένους ἐκλείπειν τὴν χώρην.
All these then, except the Hyperboreans, beginning with the Arimaspians, continually attacked their neighbors, and the Issedones were driven out of their land by the Arimaspians, and the Scythians by the Issedones, while the Cimmerians, who dwelt by the southern sea, being pressed by the Scythians, left their country.
οὕτω οὐδὲ οὗτος συμφέρεται περὶ τῆς χώρης ταύτης Σκύθῃσι.
Thus this man also does not agree with the Scythians concerning this country.