§4.128.1ὁ μὲν δὴ κῆρυξ οἰχώκεε ἀγγελέων ταῦτα Δαρείῳ, οἱ δὲ Σκυθέων βασιλέες ἀκούσαντες τῆς δουλοσύνης τὸ οὔνομα ὀργῆς ἐπλήσθησαν.
The messenger then departed to report these things to Darius, and the Scythian kings, when they heard the word "slavery," were filled with rage.
§4.128.2τὴν μὲν δὴ μετὰ Σαυροματέων μοῖραν ταχθεῖσαν, τῆς ἦρχε Σκώπασις, πέμπουσι Ἴωσι κελεύοντες ἐς λόγους ἀπικέσθαι, τούτοισι οἳ τὸν Ἴστρον ἐζευγμένον ἐφρούρεον·
They then sent the division that was stationed with the Sauromatae, which Scopasis commanded, to the Ionians who were guarding the bridged Ister, bidding them come to a conference.
αὐτῶν δὲ τοῖσι ὑπολειπομένοισι ἔδοξε πλανᾶν μὲν μηκέτι Πέρσας, σῖτα δὲ ἑκάστοτε ἀναιρεομένοισι ἐπιτίθεσθαι.
Meanwhile, those of them who remained behind resolved no longer to lead the Persians astray, but to attack them whenever they were gathering provisions.
νωμῶντες ὦν σῖτα ἀναιρεομένους τοὺς Δαρείου ἐποίευν τὰ βεβουλευμένα.
Accordingly, watching for Darius' men gathering provisions, they put their resolution into effect.
§4.128.3ἡ μὲν δὴ ἵππος τὴν ἵππον αἰεὶ τράπεσκε ἡ τῶν Σκυθέων, οἱ δὲ τῶν Περσέων ἱππόται φεύγοντες ἐσέπιπτον ἐς τὸν πεζόν, ὁ δὲ πεζὸς ἂν ἐπεκούρεε·
Indeed, the Scythian cavalry always routed the Persian cavalry; the Persian horsemen, fleeing, would fall back upon the infantry, and the infantry would assist them.
οἱ δὲ Σκύθαι ἐσαράξαντες τὴν ἵππον ὑπέστρεφον τὸν πεζὸν φοβεόμενοι.
But the Scythians, having driven back the cavalry, would turn back out of fear of the infantry.
ἐποιέοντο δὲ καὶ τὰς νύκτας παραπλησίας προσβολὰς οἱ Σκύθαι.
The Scythians also made similar attacks during the nights.