§4.122.1ταῦτα μὲν δὴ προεκομίζετο.
These, then, were being sent forward.
τῶν δὲ Σκυθέων οἱ πρόδρομοι ὡς εὗρον τοὺς Πέρσας ὅσον τε τριῶν ἡμερέων ὁδὸν ἀπέχοντας ἀπὸ τοῦ Ἴστρου, οὗτοι μὲν τούτους εὑρόντες, ἡμέρης ὁδῷ προέχοντες, ἐστρατοπεδεύοντο τὰ ἐκ τῆς γῆς φυόμενα λεαίνοντες,
Meanwhile, the scouts of the Scythians, when they found the Persians at a distance of about three days' journey from the Ister, having found them, kept one day's journey ahead and encamped, destroying the crops that grew from the earth.
§4.122.2οἱ δὲ Πέρσαι ὡς εἶδον ἐπιφανεῖσαν τῶν Σκυθέων τὴν ἵππον, ἐπήισαν κατὰ στίβον αἰεὶ ὑπαγόντων· καὶ ἔπειτα (πρὸς γὰρ τὴν μίαν τῶν μοιρέων ἴθυσαν) οἱ Πέρσαι ἐδίωκον πρὸς ἠῶ τε καὶ ἰθὺ Τανάιδος.
But when the Persians saw the cavalry of the Scythians appear, they pressed forward along their tracks as they constantly retreated; and then (for they marched straight towards one of the divisions) the Persians pursued towards the east and straight for the Tanais.
§4.122.3διαβάντων δὲ τούτων τὸν Τάναιν ποταμὸν οἱ Πέρσαι ἐπιδιαβάντες ἐδίωκον, ἐς ὃ τῶν Σαυροματέων τὴν χώρην διεξελθόντες ἀπίκοντο ἐς τὴν τῶν Βουδίνων.
And when these had crossed the river Tanais, the Persians also crossed after them and pursued them, until, having passed through the territory of the Sauromatae, they reached that of the Budini.