§3.89.1ποιήσας δὲ ταῦτα ἐν Πέρσῃσι ἀρχὰς κατεστήσατο εἴκοσι, τὰς αὐτοὶ καλέουσι σατραπηίας· καταστήσας δὲ τὰς ἀρχὰς καὶ ἄρχοντας ἐπιστήσας ἐτάξατο φόρους οἱ προσιέναι κατὰ ἔθνεά τε καὶ πρὸς τοῖσι ἔθνεσι τοὺς πλησιοχώρους προστάσσων, καὶ ὑπερβαίνων τοὺς προσεχέας τὰ ἑκαστέρω ἄλλοισι ἄλλα ἔθνεα νέμων.
After doing these things, he established twenty provinces among the Persians, which they themselves call satrapies; and having established the provinces and set governors over them, he appointed tributes to come in to him by nations, assigning to each nation its neighbors, and passing over the adjacent peoples to assign more distant nations to different provinces.
§3.89.2ἀρχὰς δὲ καὶ φόρων πρόσοδον τὴν ἐπέτειον κατὰ τάδε διεῖλε. τοῖσι μὲν αὐτῶν ἀργύριον ἀπαγινέουσι εἴρητο Βαβυλώνιον σταθμὸν τάλαντον ἀπαγινέειν, τοῖσι δὲ χρυσίον ἀπαγινέουσι Εὐβοϊκόν.
He divided the provinces and the annual revenue of tribute as follows: those of them who paid in silver were commanded to pay by the Babylonian standard of talent, and those who paid in gold by the Euboean standard.
τὸ δὲ Βαβυλώνιον τάλαντον δύναται Εὐβοΐδας ὀκτὼ καὶ ἑβδομήκοντα μνέας.
Now the Babylonian talent is equal to seventy-eight Euboean minae.
§3.89.3ἐπὶ γὰρ Κύρου ἄρχοντος καὶ αὖτις Καμβύσεω ἦν κατεστηκὸς οὐδὲν φόρου πέρι, ἀλλὰ δῶρα ἀγίνεον.
For in the reign of Cyrus, and again in that of Cambyses, there was no fixed regulation concerning tribute, but they brought gifts.
διὰ δὲ ταύτην τὴν ἐπίταξιν τοῦ φόρου καὶ παραπλήσια ταύτῃ ἄλλα λέγουσι Πέρσαι ὡς Δαρεῖος μὲν ἦν κάπηλος, Καμβύσης δὲ δεσπότης, Κῦρος δὲ πατήρ, ὃ μὲν ὅτι ἐκαπήλευε πάντα τὰ πρήγματα, ὁ δὲ ὅτι χαλεπός τε ἦν καὶ ὀλίγωρος, ὁ δὲ ὅτι ἤπιός τε καὶ ἀγαθά σφι πάντα ἐμηχανήσατο.
On account of this imposition of tribute, and other similar things, the Persians say that Darius was a merchant, Cambyses a master, and Cyrus a father; the first because he made a trade of all his affairs, the second because he was harsh and negligent, and the third because he was gentle and contrived all good things for them.