§3.67.1οὗτοι μέν νυν ἠπιστέατο Σμέρδιν τὸν Κύρου βασιλέα ἐνεστεῶτα·
Thus, they believed that Smerdis, the son of Cyrus, was established as king.
δεινῶς γὰρ καὶ ὁ Πρηξάσπης ἔξαρνος ἦν μὴ μὲν ἀποκτεῖναι Σμέρδιν· οὐ γὰρ ἦν οἱ ἀσφαλὲς Καμβύσεω τετελευτηκότος φάναι τὸν Κύρου υἱὸν ἀπολωλεκέναι αὐτοχειρίῃ.
For Prexaspes also vehemently denied that he had killed Smerdis; with Cambyses being dead, it was not safe for him to say that he had slain the son of Cyrus with his own hand.
§3.67.2ὁ δὲ δὴ Μάγος τελευτήσαντος Καμβύσεω ἀδεῶς ἐβασίλευσε, ἐπιβατεύων τοῦ ὁμωνύμου Σμέρδιος τοῦ Κύρου, μῆνας ἑπτὰ τοὺς ἐπιλοίπους Καμβύσῃ ἐς τὰ ὀκτὼ ἔτεα τῆς πληρώσιος·
Now, when Cambyses had died, the Magian reigned without fear, usurping the position of Cyrus's son Smerdis, who had the same name, during the remaining seven months to complete Cambyses's eight years of reign.
§3.67.3ἐν τοῖσι ἀπεδέξατο ἐς τοὺς ὑπηκόους πάντας εὐεργεσίας μεγάλας, ὥστε ἀποθανόντος αὐτοῦ πόθον ἔχειν πάντας τοὺς ἐν τῇ Ἀσίῃ πάρεξ αὐτῶν Περσέων.
In these months, he performed great benefactions for all his subjects, so that when he died, all those in Asia, except for the Persians themselves, felt a deep sense of loss for him.
διαπέμψας γὰρ ὁ Μάγος ἐς πᾶν ἔθνος τῶν ἦρχε προεῖπε ἀτελείην εἶναι στρατηίης καὶ φόρου ἐπʼ ἔτεα τρία.
For the Magian sent messengers to every nation under his rule and proclaimed a three-year exemption from military service and tribute.