§3.66.1πέρσαι δὲ ὡς τὸν βασιλέα εἶδον ἀνακλαύσαντα πάντες τά τε ἐσθῆτος ἐχόμενα εἶχον, ταῦτα κατηρείκοντο καὶ οἰμωγῇ ἀφθόνῳ διεχρέωντο.
When the Persians saw the king weep, they all tore the garments they were wearing and gave themselves up to abundant lamentation.
§3.66.2μετὰ δὲ ταῦτα ὡς ἐσφακέλισέ τε τὸ ὀστέον καὶ ὁ μηρὸς τάχιστα ἐσάπη, ἀπήνεικε Καμβύσεα τὸν Κύρου, βασιλεύσαντα μὲν τὰ πάντα ἑπτὰ ἔτεα καὶ πέντε μῆνας, ἄπαιδα δὲ τὸ παράπαν ἐόντα ἔρσενος καὶ θήλεος γόνου.
After this, as the bone mortified and the thigh rapidly rotted, it carried off Cambyses, the son of Cyrus, who had reigned in all seven years and five months, leaving absolutely no offspring, male or female.
§3.66.3Περσέων δὲ τοῖσι παρεοῦσι ἀπιστίη πολλὴ ὑπεκέχυτο τοὺς Μάγους ἔχειν τὰ πρήγματα, ἀλλʼ ἠπιστέατο ἐπὶ διαβολῇ εἰπεῖν Καμβύσεα τὰ εἶπε περὶ τοῦ Σμέρδιος θανάτου, ἵνα οἱ ἐκπολεμωθῇ πᾶν τὸ Περσικόν.
But among the Persians who were present, great disbelief was spread abroad that the Magians held power; they were convinced that Cambyses had spoken what he said about Smerdis's death with slanderous intent, in order that the whole Persian nation might be stirred up to war against him.