§3.49.1εἰ μέν νυν Περιάνδρου τελευτήσαντος τοῖσι Κορινθίοισι φίλα ἦν πρὸς τοὺς Κερκυραίους, οἳ δὲ οὐκ ἂν συνελάβοντο τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ταύτης εἵνεκεν τῆς αἰτίης.
If, after the death of Periander, the Corinthians had been on friendly terms with the Corcyraeans, they would not have taken part in the expedition against Samos for this reason.
νῦν δὲ αἰεὶ ἐπείτε ἔκτισαν τὴν νῆσον εἰσὶ ἀλλήλοισι διάφοροι, ἐόντες ἑωυτοῖσι
But as it is, ever since they colonized the island, they have been at variance with one another, although they are to themselves [kin]...
§3.49.2τούτων ὦν εἵνεκεν ἀπεμνησικάκεον τοῖσι Σαμίοισι οἱ Κορίνθιοι.
For these reasons, then, the Corinthians kept a grudge against the Samians.
ἀπέπεμπε δὲ ἐς Σάρδις ἐπʼ ἐκτομῇ Περίανδρος τῶν πρώτων Κερκυραίων ἐπιλέξας τοὺς παῖδας τιμωρεύμενος· πρότεροι γὰρ οἱ Κερκυραῖοι ἦρξαν ἐς αὐτὸν πρῆγμα ἀτάσθαλον ποιήσαντες.
Now Periander had sent the boys of the leading Corcyraeans, having selected them for castration to Sardis, in order to take vengeance; for the Corcyraeans had been the first to begin by committing an outrageous deed against him.