§3.44.1ἐπὶ τοῦτον δὴ ὦν τὸν Πολυκράτεα εὐτυχέοντα τὰ πάντα ἐστρατεύοντο Λακεδαιμόνιοι, ἐπικαλεσαμένων τῶν μετὰ ταῦτα Κυδωνίην τὴν ἐν Κρήτῃ κτισάντων Σαμίων.
Against this very Polycrates, who was successful in all things, the Lacedaemonians made an expedition, after those Samians who later founded Cydonia in Crete had called them in.
πέμψας δὲ κήρυκα λάθρῃ Σαμίων Πολυκράτης παρὰ Καμβύσεα τὸν Κύρου συλλέγοντα στρατὸν ἐπʼ Αἴγυπτον, ἐδεήθη ὅκως ἂν καὶ παρʼ ἑωυτὸν πέμψας ἐς Σάμον δέοιτο στρατοῦ.
Polycrates, having secretly sent a herald to Cambyses, the son of Cyrus, who was gathering an army against Egypt, requested that Cambyses should also send a messenger to him in Samos and ask for an army.
§3.44.2Καμβύσης δὲ ἀκούσας τούτων προθύμως ἔπεμψε ἐς Σάμον δεόμενος Πολυκράτεος στρατὸν ναυτικὸν ἅμα πέμψαι ἑωυτῷ ἐπʼ Αἴγυπτον.
Cambyses, having heard this, eagerly sent to Samos, requesting Polycrates to send a naval force along with him against Egypt.
ὁ δὲ ἐπιλέξας τῶν ἀστῶν τοὺς ὑπώπτευε μάλιστα ἐς ἐπανάστασιν ἀπέπεμπε τεσσεράκοντα τριήρεσι, ἐντειλάμενος Καμβύσῃ ὀπίσω τούτους μὴ ἀποπέμπειν.
And Polycrates, having selected those of the citizens whom he most suspected of rebellion, sent them away with forty triremes, instructing Cambyses not to send them back.