§3.152.1ἑπτὰ δὲ μηνῶν καὶ ἐνιαυτοῦ διεληλυθότος ἤδη ὁ Δαρεῖός τε ἤσχαλλε καὶ ἡ στρατιὴ πᾶσα οὐ δυνατὴ ἐοῦσα ἑλεῖν τοὺς Βαβυλωνίους.
When a year and seven months had already passed, Darius was growing anxious, as was his entire army, which was unable to capture the Babylonians.
καίτοι πάντα σοφίσματα καὶ πάσας μηχανὰς ἐπεποιήκεε ἐς αὐτοὺς Δαρεῖος· ἀλλʼ οὐδʼ ὣς ἐδύνατο ἑλεῖν σφεας, ἄλλοισί τε σοφίσμασι πειρησάμενος, καὶ δὴ καὶ τῷ Κῦρος εἷλε σφέας, καὶ τούτῳ ἐπειρήθη.
Indeed, Darius had employed every trick and every device against them; but even so, he was unable to capture them, though he tried other tricks, and in particular, he even tried that very method by which Cyrus had captured them.
ἀλλὰ γὰρ δεινῶς ἦσαν ἐν φυλακῇσι οἱ Βαβυλώνιοι, οὐδὲ σφέας οἷός τε ἦν ἑλεῖν.
But the Babylonians kept watch with terrible strictness, and he was not able to capture them.