§3.100.1ἑτέρων δὲ ἐστὶ Ἰνδῶν ὅδε ἄλλος τρόπος· οὔτε κτείνουσι οὐδὲν ἔμψυχον οὔτε τι σπείρουσι οὔτε οἰκίας νομίζουσι ἐκτῆσθαι ποιηφαγέουσί τε·
But of other Indians, this is another custom: they neither kill any living thing, nor sow anything, nor are they accustomed to possess houses, and they live on plants.
καὶ αὐτοῖσι ἐστὶ ὅσον κέγχρος τὸ μέγαθος ἐν κάλυκι, αὐτόματον ἐκ τῆς γῆς γινόμενον, τὸ συλλέγοντες αὐτῇ τῇ κάλυκι ἕψουσί τε καὶ σιτέονται.
And they have a certain grain of the size of millet in a husk, which grows spontaneously from the earth; they gather this, husk and all, and boil and eat it.
ὃς δʼ ἂν ἐς νοῦσον αὐτῶν πέσῃ, ἐλθὼν ἐς τὴν ἔρημον κεῖται· φροντίζει δὲ οὐδεὶς οὔτε ἀποθανόντος οὔτε κάμνοντος.
Whoever among them falls into sickness goes into the desert and lies there; and no one cares either for the dead or for the sick.