§2.83.1μαντικὴ δὲ αὐτοῖσι ὧδε διακέεται· ἀνθρώπων μὲν οὐδενὶ προσκέεται ἡ τέχνη, τῶν δὲ θεῶν μετεξετέροισι· καὶ γὰρ Ἡρακλέος μαντήιον αὐτόθι ἐστὶ καὶ Ἀπόλλωνος καὶ Ἀθηναίης καὶ Ἀρτέμιδος καὶ Ἄρεος καὶ Διός, καὶ τό γε μάλιστα ἐν τιμῇ ἄγονται πάντων τῶν μαντηίων, Λητοῦς ἐν Βουτοῖ πόλι ἐστί.
Divination is established among them as follows: the art belongs to no human, but to certain of the gods; for indeed there is there an oracle of Heracles, of Apollo, of Athena, of Artemis, of Ares, and of Zeus, and the one which they hold in the highest honor of all oracles is that of Leto in the city of Buto.
οὐ μέντοι αἵ γε μαντηίαι σφι κατὰ τὠυτὸ ἑστᾶσι, ἀλλὰ διάφοροι εἰσί.
However, the methods of delivering oracles are not established in the same way among them, but are different.