§2.81.1ἐνδεδύκασι δὲ κιθῶνας λινέους περὶ τὰ σκέλεα θυσανωτούς, τοὺς καλέουσι καλασίρις· ἐπὶ τούτοισι δὲ εἰρίνεα εἵματα λευκὰ ἐπαναβληδὸν φορέουσι.
They wear linen tunics with fringes around their legs, which they call calasiris; and over these they wear white woollen cloaks thrown over their shoulders.
οὐ μέντοι ἔς γε τὰ ἱρὰ ἐσφέρεται εἰρίνεα οὐδὲ συγκαταθάπτεταί σφι· οὐ γὰρ ὅσιον.
However, woollen garments are not taken into the temples, nor are they buried with them; for that is not religiously lawful.
§2.81.2ὁμολογέουσι δὲ ταῦτα τοῖσι Ὀρφικοῖσι καλεομένοισι καὶ Βακχικοῖσι, ἐοῦσι δὲ Αἰγυπτίοισι καὶ Πυθαγορείοισι· οὐδὲ γὰρ τούτων τῶν ὀργίων μετέχοντα ὅσιον ἐστὶ ἐν εἰρινέοισι εἵμασι θαφθῆναι.
In this they agree with the practices called Orphic and Bacchic, which are in fact Egyptian and Pythagorean; for it is not religiously lawful for one who takes part in these rites to be buried in woollen garments.
ἔστι δὲ περὶ αὐτῶν ἱρὸς λόγος λεγόμενος.
There is a sacred story told about them.