§2.69.1τοῖσι μὲν δὴ τῶν Αἰγυπτίων ἱροί εἰσι οἱ κροκόδειλοι, τοῖσι δὲ οὔ, ἀλλʼ ἅτε πολεμίους περιέπουσι·
To some of the Egyptians, crocodiles are sacred, but to others they are not; instead, they treat them as enemies.
οἱ δὲ περί τε Θήβας καὶ τὴν Μοίριος λίμνην οἰκέοντες καὶ κάρτα ἥγηνται αὐτοὺς εἶναι ἱρούς·
However, those who dwell around Thebes and Lake Moeris consider them to be extremely sacred.
§2.69.2ἐκ πάντων δὲ ἕνα ἑκάτεροι τρέφουσι κροκόδειλον δεδιδαγμένον εἶναι χειροήθεα, ἀρτήματά τε λίθινα χυτὰ καὶ χρύσεα ἐς τὰ ὦτα ἐνθέντες καὶ ἀμφιδέας περὶ τοὺς ἐμπροσθίους πόδας, καὶ σιτία ἀποτακτὰ διδόντες καὶ ἱρήια, καὶ περιέποντες ὡς κάλλιστα ζῶντας· ἀποθανόντας δὲ θάπτουσι ταριχεύσαντες ἐν ἱρῇσι θήκῃσι.
From among them all, each of these two groups keeps one crocodile, trained to be tame, putting ear-ornaments of melted stone and gold into its ears and bracelets around its forefeet, and giving it appointed food and sacrificial victims, and treating it as excellently as possible while it lives; and when it dies, they embalm it and bury it in sacred coffins.
§2.69.3οἱ δὲ περὶ Ἐλεφαντίνην πόλιν οἰκέοντες καὶ ἐσθίουσι αὐτοὺς οὐκ ἡγεόμενοι ἱροὺς εἶναι.
But those who dwell around the city of Elephantine even eat them, not considering them to be sacred.
καλέονται δὲ οὐ κροκόδειλοι ἀλλὰ χάμψαι· κροκοδείλους δὲ Ἴωνες ὠνόμασαν, εἰκάζοντες αὐτῶν τὰ εἴδεα τοῖσι παρὰ σφίσι γινομένοισι κροκοδείλοισι τοῖσι ἐν τῇσι αἱμασιῇσι.
They are called not crocodiles but champsae; the Ionians named them crocodiles, comparing their appearance to the lizards found among them in the stone walls.