§2.49.1ἤδη ὦν δοκέει μοι Μελάμπους ὁ Ἀμυθέωνος τῆς θυσίης ταύτης οὐκ εἶναι ἀδαὴς ἀλλʼ ἔμπειρος.
So indeed, it seems to me that Melampus, the son of Amytheon, was not ignorant of this sacrifice, but well acquainted with it.
Ἕλλησι γὰρ δὴ Μελάμπους ἐστὶ ὁ ἐξηγησάμενος τοῦ Διονύσου τό τε οὔνομα καὶ τὴν θυσίην καὶ τὴν πομπὴν τοῦ φαλλοῦ· ἀτρεκέως μὲν οὐ πάντα συλλαβὼν τὸν λόγον ἔφηνε, ἀλλʼ οἱ ἐπιγενόμενοι τούτῳ σοφισταὶ μεζόνως ἐξέφηναν·
For indeed, Melampus is the one who introduced to the Greeks both the name of Dionysus, the sacrifice, and the procession of the phallus; he did not indeed reveal the whole doctrine by grasping it exactly, but the wise men who came after him revealed it more fully.
τὸν δʼ ὦν φαλλὸν τὸν τῷ Διονύσῳ πεμπόμενον Μελάμπους ἐστὶ ὁ κατηγησάμενος, καὶ ἀπὸ τούτου μαθόντες ποιεῦσι τὰ ποιεῦσι Ἕλληνες.
Anyway, Melampus is the one who introduced the phallus carried in procession for Dionysus, and having learned from him, the Greeks do what they do.
§2.49.2ἐγὼ μέν νυν φημὶ Μελάμποδα γενόμενον ἄνδρα σοφὸν μαντικήν τε ἑωυτῷ συστῆσαι καὶ πυθόμενον ἀπʼ Αἰγύπτου ἄλλα τε πολλὰ ἐσηγήσασθαι Ἕλλησι καὶ τὰ περὶ τὸν Διόνυσον, ὀλίγα αὐτῶν παραλλάξαντα.
For my part, then, I say that Melampus, having become a wise man, established the art of divination for himself, and having learned from Egypt, introduced both many other things to the Greeks and the rites of Dionysus, altering them only slightly.
οὐ γὰρ δὴ συμπεσεῖν γε φήσω τά τε ἐν Αἰγύπτῳ ποιεύμενα τῷ θεῷ καὶ τὰ ἐν τοῖσι Ἕλλησι· ὁμότροπα γὰρ ἂν ἦν τοῖσι Ἕλλησι καὶ οὐ νεωστὶ ἐσηγμένα.
For indeed, I will not say that the things done for the god in Egypt and those among the Greeks coincided by chance; for if so, they would have been of a piece with Greek customs and not recently introduced.
§2.49.3οὐ μὲν οὐδὲ φήσω ὅκως Αἰγύπτιοι παρʼ Ἑλλήνων ἔλαβον ἢ τοῦτο ἢ ἄλλο κού τι νόμαιον.
Nor, indeed, will I say that the Egyptians took from the Greeks either this or any other custom.
πυθέσθαι δέ μοι δοκέει μάλιστα Μελάμπους τὰ περὶ τὸν Διόνυσον παρὰ Κάδμου τε τοῦ Τυρίου καὶ τῶν σὺν αὐτῷ ἐκ Φοινίκης ἀπικομένων ἐς τὴν νῦν Βοιωτίην καλεομένην χώρην.
But it seems to me most likely that Melampus learned the matters concerning Dionysus from Cadmus of Tyre and those who came with him from Phoenicia to the land now called Boeotia.