§2.167.1εἰ μέν νυν καὶ τοῦτο παρʼ Αἰγυπτίων μεμαθήκασι οἱ Ἕλληνες, οὐκ ἔχω ἀτρεκέως κρῖναι, ὁρέων καὶ Θρήικας καὶ Σκύθας καὶ Πέρσας καὶ Λυδοὺς καὶ σχεδὸν πάντας τοὺς βαρβάρους ἀποτιμοτέρους τῶν ἄλλων ἡγημένους πολιητέων τοὺς τὰς τέχνας μανθάνοντας καὶ τοὺς ἐκγόνους τούτων, τοὺς δὲ ἀπαλλαγμένους τῶν χειρωναξιέων γενναίους νομιζομένους εἶναι, καὶ μάλιστα τοὺς ἐς τὸν πόλεμον ἀνειμένους·
Now, whether the Greeks have learned this also from the Egyptians, I cannot judge with certainty, seeing that both Thracians, Scythians, Persians, Lydians, and almost all the barbarians hold those who learn crafts and their descendants to be less honored than the other citizens, while those who are released from manual labor are considered noble, and especially those who are dedicated to war.
§2.167.2μεμαθήκασι δʼ ὦν τοῦτο πάντες οἱ Ἕλληνες καὶ μάλιστα Λακεδαιμόνιοι.
At any rate, all the Greeks have learned this, and most of all the Lacedaemonians.
ἥκιστα δὲ Κορίνθιοι ὄνονται τοὺς χειροτέχνας.
But the Corinthians despise craftsmen the least.