§2.16.1εἰ ὦν ἡμεῖς ὀρθῶς περὶ αὐτῶν γινώσκομεν, Ἴωνες οὐκ εὖ φρονέουσι περὶ Αἰγύπτου· εἰ δὲ ὀρθή ἐστι ἡ γνώμη τῶν Ἰώνων, Ἕλληνάς τε καὶ αὐτοὺς Ἴωνας ἀποδείκνυμι οὐκ ἐπισταμένους λογίζεσθαι, οἳ φασὶ τρία μόρια εἶναι γῆν πᾶσαν, Εὐρώπην τε καὶ Ἀσίην καὶ Λιβύην.
If, then, we judge correctly about these matters, the Ionians are not of sound mind concerning Egypt; but if the opinion of the Ionians is correct, I demonstrate that the Greeks, and indeed the Ionians themselves, do not know how to calculate, who say that the whole earth consists of three parts—Europe, Asia, and Libya.
§2.16.2τέταρτον γὰρ δή σφεας δεῖ προσλογίζεσθαι Αἰγύπτου τὸ Δέλτα, εἰ μήτε γε ἐστὶ τῆς Ἀσίης μήτε τῆς Λιβύης· οὐ γὰρ δὴ ὁ Νεῖλός γε ἐστὶ κατὰ τοῦτον τὸν λόγον ὁ τὴν Ἀσίην οὐρίζων τῇ Λιβύῃ, τοῦ Δέλτα δὲ τούτου κατὰ τὸ ὀξὺ περιρρήγνυται ὁ Νεῖλος, ὥστε ἐν τῷ μεταξὺ Ἀσίης τε καὶ Λιβύης γίνοιτʼ ἄν.
For they must certainly reckon the Delta of Egypt in addition as a fourth part, if it belongs neither to Asia nor to Libya; for, according to this argument, it is certainly not the Nile that boundaries Asia from Libya, but at the apex of this Delta the Nile splits and flows around it, so that it would lie in the middle between Asia and Libya.