§2.155.1Ψαμμήτιχος μέν νυν οὕτω ἔσχε Αἴγυπτον.
In this way, then, Psammetichus obtained possession of Egypt.
τοῦ δὲ χρηστηρίου τοῦ ἐν Αἰγύπτῳ πολλὰ ἐπεμνήσθην ἤδη, καὶ δὴ λόγον περὶ αὐτοῦ ὡς ἀξίου ἐόντος ποιήσομαι.
Now, I have already made many mentions of the oracle in Egypt, and indeed I shall make an account of it, as it is well worthy of it.
τὸ γὰρ χρηστήριον τοῦτο τὸ ἐν Αἰγύπτῳ ἐστὶ μὲν Λητοῦς ἱρόν, ἐν πόλι δὲ μεγάλῃ ἱδρυμένον κατὰ τὸ Σεβεννυτικὸν καλεόμενον στόμα τοῦ Νείλου, ἀναπλέοντι ἀπὸ θαλάσσης ἄνω.
For this oracle in Egypt is a temple of Leto, established in a great city near the so-called Sebennytic mouth of the Nile, as one sails up from the sea.
§2.155.2οὔνομα δὲ τῇ πόλι ταύτῃ ὅκου τὸ χρηστήριον ἐστὶ Βουτώ, ὡς καὶ πρότερον ὠνόμασταί μοι.
The name of this city where the oracle is is Buto, as indeed has been mentioned by me before.
ἱρὸν δὲ ἐστὶ ἐν τῇ Βουτοῖ ταύτῃ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, καὶ ὅ γε νηὸς τῆς Λητοῦς, ἐν τῷ δὴ τὸ χρηστήριον ἔνι, αὐτός τε τυγχάνει ἐὼν μέγας καὶ τὰ προπύλαια ἔχει ἐς ὕψος δέκα ὀργυιέων.
And in this Buto there is a temple of Apollo and of Artemis, and the shrine of Leto itself, in which the oracle is, happens to be very large, and it has a gateway ten fathoms in height.
§2.155.3τὸ δέ μοι τῶν φανερῶν ἦν θῶμα μέγιστον παρεχόμενον, φράσω· ἔστι ἐν τῷ τεμένεϊ τούτῳ Λητοῦς νηὸς ἐξ ἑνὸς λίθου πεποιημένος ἔς τε ὕψος καὶ ἐς μῆκος καὶ τοῖχος ἕκαστος τούτοισι ἴσος τεσσεράκοντα πηχέων τούτων ἕκαστον ἐστί, τὸ δὲ καταστέγασμα τῆς ὀροφῆς ἄλλος ἐπίκειται λίθος, ἔχων τὴν παρωροφίδα τετράπηχυν.
I will declare that which of all visible things presented to me the greatest wonder: in this precinct of Leto there is a shrine made from a single stone, both in height and in length, and each wall is equal to these, each of these dimensions being forty cubits; and for the covering of the roof there lies upon it another stone, having a cornice of four cubits.