§2.14.1καὶ ταῦτα μὲν ἐς Ἕλληνας Αἰγυπτίοισι ὀρθῶς ἔχοντα εἴρηται· φέρε δὲ νῦν καὶ αὐτοῖσι Αἰγυπτίοισι ὡς ἔχει φράσω·
And these things have been rightly said by the Egyptians regarding the Greeks; but come now, let me declare how it is with the Egyptians themselves.
εἴ σφι θέλοι, ὡς καὶ πρότερον εἶπον, ἡ χώρη ἡ ἔνερθε Μέμφιος (αὕτη γὰρ ἐστὶ ἡ αὐξανομένη) κατὰ λόγον τοῦ παροιχομένου χρόνου ἐς ὕψος αὐξάνεσθαι, ἄλλο τι ἢ οἱ ταύτῃ οἰκέοντες Αἰγυπτίων πεινήσουσι;
If, as I said before, the land below Memphis (for this is the part that is increasing) should continue to increase in height in the same proportion as in the past time, is it not the case that the Egyptians who inhabit this region will starve?
εἰ μήτε γε ὕσεταί σφι ἡ χώρη μήτε ὁ ποταμὸς οἷός τʼ ἔσται ἐς τὰς ἀρούρας ὑπερβαίνειν.
That is, if indeed neither rain falls upon their land nor the river is able to overflow into their fields.
§2.14.2ἦ γὰρ δὴ νῦν γε οὗτοι ἀπονητότατα καρπὸν κομίζονται ἐκ γῆς τῶν τε ἄλλων ἀνθρώπων πάντων καὶ τῶν λοιπῶν Αἰγυπτίων·
For indeed now they gather in the fruit of the earth with the least labor of all mankind, and of the rest of the Egyptians.
οἳ οὔτε ἀρότρῳ ἀναρρηγνύντες αὔλακας ἔχουσι πόνους οὔτε σκάλλοντες οὔτε ἄλλο ἐργαζόμενοι οὐδὲν τῶν οἱ ἄλλοι ἄνθρωποι περὶ λήιον πονέουσι, ἀλλʼ ἐπεάν σφι ὁ ποταμὸς αὐτόματος ἐπελθὼν ἄρσῃ τὰς ἀρούρας, ἄρσας δὲ ἀπολίπῃ ὀπίσω, τότε σπείρας ἕκαστος τὴν ἑωυτοῦ ἄρουραν ἐσβάλλει ἐς αὐτὴν ὗς, ἐπεὰν δὲ καταπατήσῃ τῇσι ὑσὶ τὸ σπέρμα, ἄμητον τὸ ἀπὸ τούτου μένει, ἀποδινήσας δὲ τῇσι ὑσὶ τὸν σῖτον οὕτω κομίζεται.
They have no trouble in tearing up furrows with the plow, nor in hoeing, nor in doing any other work that other men labor at in respect of their crops; but when the river has come of its own accord and irrigated their fields, and having irrigated them has receded, then each man, having sown his own field, drives pigs into it, and when he has had the seed trodden in by the pigs, he merely waits for the harvest that follows. Then, having had the grain threshed by the pigs, he thus gathers it in.