§2.135.1Ῥοδῶπις δὲ ἐς Αἴγυπτον ἀπίκετο Ξάνθεω τοῦ Σαμίου κομίσαντος, ἀπικομένη δὲ κατʼ ἐργασίην ἐλύθη χρημάτων μεγάλων ὑπὸ ἀνδρὸς Μυτιληναίου Χαράξου τοῦ Σκαμανδρωνύμου παιδός, ἀδελφεοῦ δὲ Σαπφοῦς τῆς μουσοποιοῦ.
Rhodopis arrived in Egypt, brought there by Xanthes of Samos; having come to ply her trade, she was ransomed for a great sum of money by a man of Mytilene, Charaxus, son of Scamandronymus and brother of Sappho the lyric poet.
§2.135.2οὕτω δὴ ἡ Ῥοδῶπις ἐλευθερώθη, καὶ κατέμεινέ τε ἐν Αἰγύπτῳ καὶ κάρτα ἐπαφρόδιτος γενομένη μεγάλα ἐκτήσατο χρήματα ὡς ἂν εἶναι Ῥοδώπι, ἀτὰρ οὐκ ὥς γε ἐς πυραμίδα τοιαύτην ἐξικέσθαι.
Thus Rhodopis was set free, and she remained in Egypt, and being very attractive, she acquired great wealth for a woman like Rhodopis, but not so much as to reach the cost of such a pyramid.
§2.135.3τῆς γὰρ τὴν δεκάτην τῶν χρημάτων ἰδέσθαι ἐστὶ ἔτι καὶ ἐς τόδε παντὶ τῷ βουλομένῳ, οὐδὲν δεῖ μεγάλα οἱ χρήματα ἀναθεῖναι.
For anyone who wishes can still to this day see the tenth part of her wealth, and there is no need to attribute great wealth to her.
ἐπεθύμησε γὰρ Ῥοδῶπις μνημήιον ἑωυτῆς ἐν τῇ Ἑλλάδι καταλιπέσθαι, ποίημα ποιησαμένη τοῦτο τὸ μὴ τυγχάνοι ἄλλῳ ἐξευρημένον καὶ ἀνακείμενον ἐν ἱρῷ, τοῦτο ἀναθεῖναι ἐς Δελφοὺς μνημόσυνον ἑωυτῆς.
For Rhodopis desired to leave a memorial of herself in Greece, and having had something made which had not been devised by anyone else and dedicated in a temple, she dedicated this at Delphi as a memorial of herself.
§2.135.4τῆς ὦν δεκάτης τῶν χρημάτων ποιησαμένη ὀβελοὺς βουπόρους πολλοὺς σιδηρέους, ὅσον ἐνεχώρεε ἡ δεκάτη οἱ, ἀπέπεμπε ἐς Δελφούς· οἳ καὶ νῦν ἔτι συννενέαται ὄπισθε μὲν τοῦ βωμοῦ τὸν Χῖοι ἀνέθεσαν, ἀντίον δὲ αὐτοῦ τοῦ νηοῦ.
So, making from the tenth of her wealth many iron spits for roasting oxen, as many as the tenth part allowed her, she sent them to Delphi; and even now they still lie heaped up behind the altar which the Chians dedicated, opposite the temple itself.
§2.135.5φιλέουσι δέ κως ἐν τῇ Ναυκράτι ἐπαφρόδιτοι γίνεσθαι αἱ ἑταῖραι.
The courtesans in Naucratis have a way of being very attractive.
τοῦτο μὲν γὰρ αὕτη, τῆς πέρι λέγεται ὅδε ὁ λόγος, οὕτω δή τι κλεινὴ ἐγένετο ὡς καὶ οἱ πάντες Ἕλληνες Ῥοδώπιος τὸ οὔνομα ἐξέμαθον· τοῦτο δὲ ὕστερον ταύτης, τῇ οὔνομα ἦν Ἀρχιδίκη, ἀοίδιμος ἀνὰ τὴν Ἑλλάδα ἐγένετο, ἧσσον δὲ τῆς ἑτέρης περιλεσχήνευτος.
For on the one hand, this woman, about whom this story is told, became so famous that all Greeks learned the name of Rhodopis; and on the other hand, after her, another named Archidice became famous in song throughout Greece, though she was less talked about than the other.
§2.135.6Χάραξος δὲ ὡς λυσάμενος Ῥοδῶπιν ἀπενόστησε ἐς Μυτιλήνην, ἐν μέλεϊ Σαπφὼ πολλὰ κατεκερτόμησέ μιν.
When Charaxus, having ransomed Rhodopis, returned to Mytilene, Sappho mocked him bitterly in a poem.