§2.110.1βασιλεὺς μὲν δὴ οὗτος μοῦνος Αἰγύπτιος Αἰθιοπίης ἦρξε, μνημόσυνα δὲ ἐλίπετο πρὸ τοῦ Ἡφαιστείου ἀνδριάντας λιθίνους, δύο μὲν τριήκοντα πηχέων, ἑωυτόν τε καὶ τὴν γυναῖκα, τοὺς δὲ παῖδας ἐόντας τέσσερας εἴκοσι πηχέων ἕκαστον·
This king was the only Egyptian who ruled over Ethiopia; and he left as monuments before the temple of Hephaestus stone statues, two of thirty cubits, representing himself and his wife, and those of his four children, each being twenty cubits.
§2.110.2τῶν δὴ ὁ ἱρεὺς τοῦ Ἡφαίστου χρόνῳ μετέπειτα πολλῷ Δαρεῖον τὸν Πέρσην οὐ περιεῖδε ἱστάντα ἔμπροσθε ἀνδριάντα, φὰς οὔ οἱ πεποιῆσθαι ἔργα οἷά περ Σεσώστρι τῷ Αἰγυπτίῳ· Σέσωστριν μὲν γὰρ ἄλλα τε καταστρέψασθαι ἔθνεα οὐκ ἐλάσσω ἐκείνου καὶ δὴ καὶ Σκύθας, Δαρεῖον δὲ οὐ δυνασθῆναι Σκύθας ἑλεῖν·
A long time afterwards, the priest of Hephaestus would not suffer Darius the Persian to set up his statue in front of these, saying that there had not been achievements performed by him such as had been by Sesostris the Egyptian; for Sesostris had subdued no fewer nations than he, and especially the Scythians, whereas Darius had not been able to conquer the Scythians.
§2.110.3οὔκων δίκαιον εἶναι ἱστάναι ἔμπροσθε τῶν ἐκείνου ἀναθημάτων μὴ οὐκ ὑπερβαλλόμενον τοῖσι ἔργοισι.
Therefore, it was not just, he said, for him to set up his statue in front of that king's offerings when he did not surpass him in his achievements.
Δαρεῖον μέν νυν λέγουσι πρὸς ταῦτα συγγνώμην ποιήσασθαι.
At this, they say, Darius showed forgiveness.