§1.99.1ταῦτα μὲν δὴ ὁ Δηιόκης ἑωυτῷ τε ἐτείχεε καὶ περὶ τὰ ἑωυτοῦ οἰκία, τὸν δὲ ἄλλον δῆμον πέριξ ἐκέλευε τὸ τεῖχος οἰκέειν.
These indeed were the walls that Deioces built for himself and around his own palace, and he ordered the rest of the people to dwell in a circle around the wall.
οἰκοδομηθέντων δὲ πάντων κόσμον τόνδε Δηιόκης πρῶτος ἐστὶ ὁ καταστησάμενος, μήτε ἐσιέναι παρὰ βασιλέα μηδένα, διʼ ἀγγέλων δὲ πάντα χρᾶσθαι, ὁρᾶσθαι τε βασιλέα ὑπὸ μηδενός, πρός τε τούτοισι ἔτι γελᾶν τε καὶ ἀντίον πτύειν καὶ ἅπασι εἶναι τοῦτό γε αἰσχρόν.
When all had been built, Deioces was the first to establish this protocol: that no one should enter into the presence of the king, but that all business should be transacted through messengers, and that the king should be seen by no one, and furthermore, that to laugh or to spit in his presence should be considered disgraceful for everyone.
§1.99.2ταῦτα δὲ περὶ ἑωυτὸν ἐσέμνυνε τῶνδε εἵνεκεν, ὅκως ἂν μὴ ὁρῶντες οἱ ὁμήλικες, ἐόντες σύντροφοί τε ἐκείνῳ καὶ οἰκίης οὐ φλαυροτέρης οὐδὲ ἐς ἀνδραγαθίην λειπόμενοι, λυπεοίατο καὶ ἐπιβουλεύοιεν, ἀλλʼ ἑτεροῖός σφι δοκέοι εἶναι μὴ ὁρῶσι.
He assumed this solemn state around himself for the following reason: so that his equals in age, who had been brought up with him and were of no meaner birth nor falling behind him in manly virtue, might not be grieved by seeing him and plot against him, but that he might seem to them to be of a different nature since they did not see him.