§1.72.1οἱ δὲ Καππαδόκαι ὑπὸ Ἑλλήνων Σύριοι ὀνομάζονται·
The Cappadocians are called Syrians by the Greeks.
ἦσαν δὲ οἱ Σύριοι οὗτοι τὸ μὲν πρότερον ἢ Πέρσας ἄρξαι Μήδων κατήκοοι, τότε δὲ Κύρου.
These Syrians, before the Persians ruled the Medes, were subject to the Medes, but at that time they were subject to Cyrus.
§1.72.2ὁ γὰρ οὖρος ἦν τῆς τε Μηδικῆς ἀρχῆς καὶ τῆς Λυδικῆς ὁ Ἅλυς ποταμός, ὃς ῥέει ἐξ Ἀρμενίου ὄρεος διὰ Κιλίκων, μετὰ δὲ Ματιηνοὺς μὲν ἐν δεξιῇ ἔχει ῥέων, ἐκ δὲ τοῦ ἑτέρου Φρύγας· παραμειβόμενος δὲ τούτους καὶ ῥέων ἄνω πρὸς βορέην ἄνεμον ἔνθεν μὲν Συρίους Καππαδόκας ἀπέργει, ἐξ εὐωνύμου δὲ Παφλαγόνας.
For the boundary between the Median empire and the Lydian empire was the Halys river, which flows from an Armenian mountain through the land of the Cilicians, and after that, as it flows, it has the Matieni on its right and the Phrygians on the other side; then, passing these and flowing upward toward the north wind, on one side it shuts off the Syrian Cappadocians, and on the left the Paphlagonians.
§1.72.3οὕτω ὁ Ἅλυς ποταμὸς ἀποτάμνει σχεδὸν πάντα τῆς Ἀσίης τὰ κάτω ἐκ θαλάσσης τῆς ἀντίον Κύπρου ἐς τὸν Εὔξεινον πόντον.
Thus the Halys river cuts off almost all the lower part of Asia from the sea opposite Cyprus to the Euxine Sea.
ἔστι δὲ αὐχὴν οὗτος τῆς χώρης ταύτης ἁπάσης· μῆκος ὁδοῦ εὐζώνῳ ἀνδρὶ πέντε ἡμέραι ἀναισιμοῦνται.
And this is the neck of this entire land; a distance which takes five days for an active man to travel.