§1.71.1Κροῖσος δὲ ἁμαρτὼν τοῦ χρησμοῦ ἐποιέετο στρατηίην ἐς Καππαδοκίην, ἐλπίσας καταιρήσειν Κῦρόν τε καὶ τὴν Περσέων δύναμιν.
Croesus, having misunderstood the oracle, made an expedition into Cappadocia, hoping to destroy Cyrus and the power of the Persians.
§1.71.2παρασκευαζομένου δὲ Κροίσου στρατεύεσθαι ἐπὶ Πέρσας, τῶν τις Λυδῶν νομιζόμενος καὶ πρόσθε εἶναι σοφός, ἀπὸ δὲ ταύτης τῆς γνώμης καὶ τὸ κάρτα οὔνομα ἐν Λυδοῖσι ἔχων, συνεβούλευσε Κροίσῳ τάδε· οὔνομά οἱ ἦν Σάνδανις. ὦ βασιλεῦ, ἐπʼ ἄνδρας τοιούτους στρατεύεσθαι παρασκευάζεαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονται δὲ οὐκ ὅσα ἐθέλουσι ἀλλʼ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχέαν.
While Croesus was preparing to march against the Persians, one of the Lydians, who was already before this considered wise, and from this opinion had a very great reputation among the Lydians, advised Croesus as follows; his name was Sandanis: "O King, you are preparing to march against such men, who wear leather trousers and all their other clothing of leather, and who eat not as much as they wish, but as much as they have, since they inhabit a rugged land.
§1.71.3πρὸς δὲ οὐκ οἴνῳ διαχρέωνται ἀλλὰ ὑδροποτέουσι, οὐ σῦκα δὲ ἔχουσι τρώγειν, οὐκ ἄλλο ἀγαθὸν οὐδέν.
Furthermore, they do not use wine but drink water, and they have no figs to eat, nor any other good thing.
τοῦτο μὲν δή, εἰ νικήσεις, τί σφέας ἀπαιρήσεαι, τοῖσί γε μὴ ἔστι μηδέν;
On the one hand, then, if you conquer them, what will you take away from them, when they have nothing?
τοῦτο δέ, ἢν νικηθῇς, μάθε ὅσα ἀγαθὰ ἀποβαλέεις· γευσάμενοι γὰρ τῶν ἡμετέρων ἀγαθῶν περιέξονται οὐδὲ ἀπωστοὶ ἔσονται.
On the other hand, if you are conquered, learn how many good things you will lose; for once they have tasted of our good things, they will cling to them and it will be impossible to drive them away.
§1.71.4ἐγὼ μέν νυν θεοῖσι ἔχω χάριν, οἳ οὐκ ἐπὶ νόον ποιέουσι Πέρσῃσι στρατεύεσθαι ἐπὶ Λυδούς. ταῦτα λέγων οὐκ ἔπειθε τὸν Κροῖσον. Πέρσῃσι γάρ, πρὶν Λυδοὺς καταστρέψασθαι, ἦν οὔτε ἁβρὸν οὔτε ἀγαθὸν οὐδέν.
I, for my part, thank the gods, who do not put it into the minds of the Persians to march against the Lydians." By saying this, he did not persuade Croesus; for before they subdued the Lydians, the Persians had nothing either luxurious or good.