§1.200.1νόμοι μὲν δὴ τοῖσι Βαβυλωνίοισι οὗτοι κατεστᾶσι·
These then are the customs established among the Babylonians.
εἰσὶ δὲ αὐτῶν πατριαὶ τρεῖς αἳ οὐδὲν ἄλλο σιτέονται εἰ μὴ ἰχθὺς μοῦνον, τοὺς ἐπείτε ἂν θηρεύσαντες αὐήνωσι πρὸς ἥλιον, ποιεῦσι τάδε· ἐσβάλλουσι ἐς ὅλμον καὶ λεήναντες ὑπέροισι σῶσι διὰ σινδόνος, καὶ ὃς μὲν ἂν βούληται αὐτῶν ἅτε μᾶζαν μαξάμενος ἔχει, ὁ δὲ ἄρτου τρόπον ὀπτήσας.
But there are three clans among them who eat nothing else but fish alone, which, when they have caught and dried them in the sun, they treat as follows: they throw them into a mortar and, having ground them with pestles, sift them through fine linen; and whoever of them wishes, kneads it like a barley-cake and eats it, while another bakes it in the manner of bread.