§1.187.1ἡ δʼ αὐτὴ αὕτη βασίλεια καὶ ἀπάτην τοιήνδε τινὰ ἐμηχανήσατο· ὕπερ τῶν μάλιστα λεωφόρων πυλέων τοῦ ἄστεος τάφον ἑωυτῇ κατεσκευάσατο μετέωρον ἐπιπολῆς αὐτέων τῶν πυλέων, ἐνεκόλαψε δὲ ἐς τὸν τάφον γράμματα λέγοντα τάδε. §1.187.2τῶν τις ἐμεῦ ὕστερον γινομένων Βαβυλῶνος βασιλέων ἢν σπανίσῃ χρημάτων, ἀνοίξας τὸν τάφον λαβέτω ὁκόσα βούλεται χρήματα· μὴ μέντοι γε μὴ σπανίσας γε ἄλλως ἀνοίξῃ· οὐ γὰρ ἄμεινον· §1.187.3οὗτος ὁ τάφος ἦν ἀκίνητος μέχρι οὗ ἐς Δαρεῖον περιῆλθε ἡ βασιληίη·
And this same queen also devised some such trick as this: above the most frequented gates of the city she constructed a tomb for herself, raised aloft on the very top of those gates, and she engraved on the tomb letters saying as follows: “If anyone of those who become kings of Babylon after me should experience a lack of money, let him open the tomb and take as much money as he wishes; let him not, however, unless he is in need, open it otherwise; for it is not better.” This tomb remained undisturbed until the kingdom came round to Darius.
Δαρείῳ δὲ καὶ δεινὸν ἐδόκεε εἶναι τῇσι πύλῃσι ταύτῃσι μηδὲν χρᾶσθαι, καὶ χρημάτων κειμένων καὶ αὐτῶν τῶν γραμμάτων ἐπικαλεομένων, μὴ οὐ λαβεῖν αὐτά·
And to Darius it seemed a terrible thing to make no use of these gates, and, while money was lying there and the very letters were inviting him, not to take it.
§1.187.4τῇσι δὲ πύλῃσι ταύτῃσι οὐδὲν ἐχρᾶτο τοῦδε εἵνεκα, ὅτι ὕπερ κεφαλῆς οἱ ἐγίνετο ὁ νεκρὸς διεξελαύνοντι.
Now he made no use of these gates for this reason: because the corpse would be over his head as he drove through.
§1.187.5ἀνοίξας δὲ τὸν τάφον εὗρε χρήματα μὲν οὔ, τὸν δὲ νεκρὸν καὶ γράμματα λέγοντα τάδε· εἰ μὴ ἄπληστός τε ἔας χρημάτων καὶ αἰσχροκερδής, οὐκ ἂν νεκρῶν θήκας ἀνέῳγες. αὕτη μέν νυν ἡ βασίλεια τοιαύτη τις λέγεται γενέσθαι.
But having opened the tomb, he found no money indeed, but only the corpse and letters saying as follows: “If you were not insatiable for money and shamefully greedy for gain, you would not be opening the coffins of the dead.” This queen, then, is said to have been a person of such a character.