§1.105.1ἐνθεῦτεν δὲ ἤισαν ἐπʼ Αἴγυπτον.
From there they marched against Egypt.
καὶ ἐπείτε ἐγένοντο ἐν τῇ Παλαιστίνῃ Συρίῃ, Ψαμμήτιχος σφέας Αἰγύπτου βασιλεὺς ἀντιάσας δώροισί τε καὶ λιτῇσι ἀποτράπει τὸ προσωτέρω μὴ πορεύεσθαι.
And when they came to Palestine in Syria, Psammetichus, the king of Egypt, met them and, with gifts and entreaties, turned them back from advancing any further.
§1.105.2οἳ δὲ ἐπείτε ἀναχωρέοντες ὀπίσω ἐγένοντο τῆς Συρίης ἐν Ἀσκάλωνι πόλι, τῶν πλεόνων Σκυθέων παρεξελθόντων ἀσινέων, ὀλίγοι τινὲς αὐτῶν ὑπολειφθέντες ἐσύλησαν τῆς οὐρανίης Ἀφροδίτης τὸ ἱρόν.
When they, in their retreat, arrived at the city of Ascalon in Syria, while the greater part of the Scythians passed by without doing any harm, a few of them who were left behind plundered the temple of Heavenly Aphrodite.
§1.105.3ἔστι δὲ τοῦτο τὸ ἱρόν, ὡς ἐγὼ πυνθανόμενος εὑρίσκω, πάντων ἀρχαιότατον ἱρῶν ὅσα ταύτης τῆς θεοῦ· καὶ γὰρ τὸ ἐν Κύπρῳ ἱρὸν ἐνθεῦτεν ἐγένετο, ὡς αὐτοὶ Κύπριοι λέγουσι, καὶ τὸ ἐν Κυθήροισι Φοίνικές εἰσὶ οἱ ἱδρυσάμενοι ἐκ ταύτης τῆς Συρίης ἐόντες.
This temple, as I learn by inquiry, is the oldest of all the temples of this goddess; for the temple in Cyprus also had its origin from there, as the Cyprians themselves say, and the one in Cythera was founded by Phoenicians who came from this part of Syria.
§1.105.4τοῖσι δὲ τῶν Σκυθέων συλήσασι τὸ ἱρὸν τὸ ἐν Ἀσκάλωνι καὶ τοῖσι τούτων αἰεὶ ἐκγόνοισι ἐνέσκηψε ὁ θεὸς θήλεαν νοῦσον· ὥστε ἅμα λέγουσί τε οἱ Σκύθαι διὰ τοῦτο σφέας νοσέειν, καὶ ὁρᾶν παρʼ ἑωυτοῖσι τοὺς ἀπικνεομένους ἐς τὴν Σκυθικὴν χώρην ὡς διακέαται τοὺς καλέουσι Ἐνάρεας οἱ Σκύθαι.
Upon those Scythians who plundered the temple in Ascalon, and upon their descendants forever, the deity inflicted the "female disease"; so that the Scythians not only say themselves that they are sick for this reason, but those who visit the Scythian land can also see among them how they are affected, whom the Scythians call Enareis.