§1.104.1ἔστι δὲ ἀπὸ τῆς λίμνης τῆς Μαιήτιδος ἐπὶ Φᾶσιν ποταμὸν καὶ ἐς Κόλχους τριήκοντα ἡμερέων εὐζώνῳ ὁδός, ἐκ δὲ τῆς Κολχίδος οὐ πολλὸν ὑπερβῆναι ἐς τὴν Μηδικήν, ἀλλʼ ἓν τὸ διὰ μέσου ἔθνος αὐτῶν ἐστι, Σάσπειρες, τοῦτο δὲ παραμειβομένοισι εἶναι ἐν τῇ Μηδικῇ.
From the Lake Maeotis to the river Phasis and to Colchis, it is a journey of thirty days for an active man; and from Colchis it is not a great distance to pass over into Media, but there is only one nation in between them, the Saspeires, and for those who pass through this, they are in Media.
§1.104.2οὐ μέντοι οἵ γε Σκύθαι ταύτῃ ἐσέβαλον, ἀλλὰ τὴν κατύπερθε ὁδὸν πολλῷ μακροτέρην ἐκτραπόμενοι, ἐν δεξιῇ ἔχοντες τὸ Καυκάσιον ὄρος.
However, the Scythians did not invade by this route, but turned aside into the upper road, which is much longer, keeping the Caucasus mountains on their right.
ἐνθαῦτα οἱ μὲν Μῆδοι συμβαλόντες τοῖσι Σκύθῃσι καὶ ἑσσωθέντες τῇ μάχῃ τῆς ἀρχῆς κατελύθησαν.
There, the Medes engaged in battle with the Scythians, and being defeated in the fight, they were deprived of their sovereignty.
οἱ δὲ Σκύθαι τὴν Ἀσίην πᾶσαν ἐπέσχον.
Meanwhile, the Scythians overran the whole of Asia.