§1ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα, §2Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις §3γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος· §4γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων, §5αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα, §6Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην §7Ἠέλιόν τʼ ἀκάμαντʼ, ἐπιείκελον ἀθανάτοισιν, §8ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν §9ἵπποις ἐμβεβαώς· σμερδνὸν δʼ ὅ γε δέρκεται ὄσσοις §10χρυσέης ἐκ κόρυθος· λαμπραὶ δʼ ἀκτῖνες ἀπʼ αὐτοῦ §11αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τʼ ἔθειραι §12λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον §13τηλαυγές· καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος §14λεπτουργές, πνοιῇ ἀνέμων· ὕπο δʼ ἄρσενες ἵπποι.
Begin again, Muse, child of Zeus, to sing of Helios, Calliope, the shining one, whom ox-eyed Euryphaessa bore to the son of Earth and starry Heaven; for Hyperion wedded glorious Euryphaessa, his own sister, who bore him beautiful children, rosy-armed Dawn and rich-tressed Moon and tireless Helios, like unto the deathless ones, who shines for mortals and immortal gods, riding on his chariot; and dreadfully he gazes with his eyes from his golden helmet; and bright rays from him gleam dazzlingly, and from his temples the hair bright from his head frames his lovely, far-shining face; and a beautiful, fine-spun garment shines about his body, in the breath of the winds; and beneath him are his male steeds.
§15ἔνθʼ ἄρʼ ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους, §15a[αὐτόθι παύεται ἄκρου ἐπʼ οὐρανοῦ, εἰσόκεν αὖτις] §16θεσπέσιος πέμπῃσι διʼ οὐρανοῦ Ὠκεανόνδε.
There indeed, having stayed his golden-yoked chariot and horses, [he rests there upon the highest heaven, until again] wondrously he drives through heaven to Ocean.
§17χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρεʼ ὄπαζε.
Hail, lord, and graciously grant a life-pleasing livelihood.