§1.1Ἀργιλεωνὶς ἡ Βρασίδου μήτηρ, τελευτήσαντος αὐτῇ τοῦ υἱοῦ, ὡς παραγενόμενοί τινες τῶν Ἀμφιπολιτῶν εἰς Σπάρτην ἧκον πρὸς αὐτὴν ἠρώτησεν εἰ καλῶς καὶ ἀξίως τῆς Σπάρτης ὁ υἱὸς ἐτελεύτα·
Argileonis, the mother of Brasidas, when her son had died, and when some of the Amphipolitans arrived in Sparta and came to her, asked whether her son had died finely and in a manner worthy of Sparta.
μεγαλυνόντων δʼ ἐκεῖνον καὶ λεγόντων ἄριστον ἐν τοῖς τοιούτοις ἔργοις ἁπάντων Λακεδαιμονίων εἶναι, εἶπεν,
ὦ ξένοι, καλὸς μὲν ἦν κἀγαθὸς ὁ παῖς μου, πολλοὺς δʼ ἄνδρας Λακεδαίμων ἔχει τήνω κάρρονας.
When they praised him and said that he was the best of all the Lacedaemonians in such deeds, she said, "O strangers, my boy was indeed noble and good, but Lacedaemon has many men better than him."