§6.1.1τοῦ δ’ αὐτοῦ χειμῶνος Ἀθηναῖοι ἐβούλοντο αὖθις μείζονι παρασκευῇ τῆς μετὰ Λάχητος καὶ Εὐρυμέδοντος ἐπὶ Σικελίαν πλεύσαντες καταστρέψασθαι, εἰ δύναιντο, ἄπειροι οἱ πολλοὶ ὄντες τοῦ μεγέθους τῆς νήσου καὶ τῶν ἐνοικούντων τοῦ πλήθους καὶ Ἑλλήνων καὶ βαρβάρων, καὶ ὅτι οὐ πολλῷ τινὶ ὑποδεέστερον πόλεμον ἀνῃροῦντο ἢ τὸν πρὸς Πελοποννησίους. §6.1.2Σικελίας γὰρ περίπλους μέν ἐστιν ὁλκάδι οὐ πολλῷ τινὶ ἔλασσον ἢ ὀκτὼ ἡμερῶν, καὶ τοσαύτη οὖσα ἐν εἰκοσισταδίῳ μάλιστα μέτρῳ τῆς θαλάσσης διείργεται τὸ μὴ ἤπειρος εἶναι·
In the same winter, the Athenians wished to sail again to Sicily with a larger force than that under Laches and Eurymedon and, if they could, to conquer it, the majority of them being ignorant of the size of the island and the multitude of its inhabitants, both Greeks and barbarians, and that they were undertaking a war not much smaller than that against the Peloponnesians. For the voyage around Sicily takes, for a merchant vessel, not much less than eight days, and though being of such a size, it is separated by a stretch of sea of about twenty stades in width from being mainland.