§4.52.1τοῦ δ’ ἐπιγιγνομένου θέρους εὐθὺς τοῦ τε ἡλίου ἐκλιπές τι ἐγένετο περὶ νουμηνίαν καὶ τοῦ αὐτοῦ μηνὸς ἱσταμένου ἔσεισεν.
At the beginning of the following summer, there was a partial eclipse of the sun at the time of the new moon, and in the early part of the same month an earthquake.
§4.52.2καὶ οἱ Μυτιληναίων φυγάδες καὶ τῶν ἄλλων Λεσβίων, ὁρμώμενοι οἱ πολλοὶ ἐκ τῆς ἠπείρου καὶ μισθωσάμενοι ἔκ τε Πελοποννήσου ἐπικουρικὸν καὶ αὐτόθεν ξυναγείραντες, αἱροῦσι Ῥοίτειον, καὶ λαβόντες δισχιλίους στατῆρας Φωκαΐτας ἀπέδοσαν πάλιν οὐδὲν ἀδικήσαντες·
Meanwhile the exiles of Mytilene and the rest of Lesbos, starting for the most part from the mainland, and having hired an auxiliary force from the Peloponnese and collected others from the spot, took Rhoeteum; but on receiving two thousand Phocaean staters they restored it again without doing any harm.
§4.52.3καὶ μετὰ τοῦτο ἐπὶ Ἄντανδρον στρατεύσαντες προδοσίας γενομένης λαμβάνουσι τὴν πόλιν.
After this they marched against Antandrus and took the city through treachery.
καὶ ἦν αὐτῶν ἡ διάνοια τάς τε ἄλλας πόλεις τὰς Ἀκταίας καλουμένας, ἃς πρότερον Μυτιληναίων νεμομένων Ἀθηναῖοι εἶχον, ἐλευθεροῦν, καὶ πάντων μάλιστα τὴν Ἄντανδρον·
Their plan was to liberate the other towns called the Actaean cities, which the Athenians held but which had formerly been occupied by the Mytilenians, and above all Antandrus.
καὶ κρατυνάμενοι αὐτὴν (ναῦς τε γὰρ εὐπορία ἦν ποιεῖσθαι, αὐτόθεν ξύλων ὑπαρχόντων καὶ τῆς Ἴδης ἐπικειμένης, καὶ τῇ ἄλλῃ σκευῇ) ῥᾳδίως ἀπ’ αὐτῆς ὁρμώμενοι τήν τε Λέσβον ἐγγὺς οὖσαν κακώσειν καὶ τὰ ἐν τῇ ἠπείρῳ Αἰολικὰ πολίσματα χειρώσεσθαι.
Once they had fortified it (for it was easy to build ships there, since timber was available on the spot and Mount Ida towered over it, and to procure other equipment), they would easily make it their base to harass Lesbos, which was near, and to subdue the Aeolian towns on the mainland.
καὶ οἱ μὲν ταῦτα παρασκευάζεσθαι ἔμελλον.
They, then, were about to make these preparations.