§3.29.1οἱ δ’ ἐν ταῖς τεσσαράκοντα ναυσὶ Πελοποννήσιοι, οὓς ἔδει ἐν τάχει παραγενέσθαι, πλέοντες περί τε αὐτὴν τὴν Πελοπόννησον ἐνδιέτριψαν καὶ κατὰ τὸν ἄλλον πλοῦν σχολαῖοι κομισθέντες τοὺς μὲν ἐκ τῆς πόλεως Ἀθηναίους λανθάνουσι, πρὶν δὴ τῇ Δήλῳ ἔσχον, προσμείξαντες δ’ ἀπ’ αὐτῆς τῇ Ἰκάρῳ καὶ Μυκόνῳ πυνθάνονται πρῶτον ὅτι ἡ Μυτιλήνη ἑάλωκεν.
The Peloponnesians in the forty ships, who ought to have arrived in haste, wasted time while sailing around the Peloponnese itself, and having proceeded leisurely during the rest of the voyage, they escaped the notice of the Athenians from the city until they touched at Delos; but when they touched at Icarus and Myconus after leaving Delos, they first learned that Mytilene had been captured.
§3.29.2βουλόμενοι δὲ τὸ σαφὲς εἰδέναι κατέπλευσαν ἐς Ἔμβατον τῆς Ἐρυθραίας· ἡμέραι δὲ μάλιστα ἦσαν τῇ Μυτιλήνῃ ἑαλωκυίᾳ ἑπτὰ ὅτε ἐς τὸ Ἔμβατον κατέπλευσαν.
And wishing to know the exact truth, they sailed down to Embatum in the territory of Erythrae; about seven days had elapsed for Mytilene since its capture when they sailed into Embatum.
πυθόμενοι δὲ τὸ σαφὲς ἐβουλεύοντο ἐκ τῶν παρόντων, καὶ ἔλεξεν αὐτοῖς Τευτίαπλος ἀνὴρ Ἠλεῖος τάδε.
Having learned the exact truth, they deliberated on the basis of the present circumstances, and Teutiaplus, an Elisean, spoke to them as follows.