§2.20.1γνώμῃ δὲ τοιᾷδε λέγεται τὸν Ἀρχίδαμον περί τε τὰς Ἀχαρνὰς ὡς ἐς μάχην ταξάμενον μεῖναι καὶ ἐς τὸ πεδίον ἐκείνῃ τῇ ἐσβολῇ οὐ καταβῆναι·
It is said that Archidamus, with the following intention, remained near Acharnae, drawn up as if for battle, and did not descend into the plain during this invasion.
§2.20.2τοὺς γὰρ Ἀθηναίους ἤλπιζεν, ἀκμάζοντάς τε νεότητι πολλῇ καὶ παρεσκευασμένους ἐς πόλεμον ὡς οὔπω πρότερον, ἴσως ἂν ἐπεξελθεῖν καὶ τὴν γῆν οὐκ ἂν περιιδεῖν τμηθῆναι.
For he hoped that the Athenians, flourishing with many young men and prepared for war as never before, would probably march out and would not allow their land to be ravaged.
§2.20.3ἐπειδὴ οὖν αὐτῷ ἐς Ἐλευσῖνα καὶ τὸ Θριάσιον πεδίον οὐκ ἀπήντησαν, πεῖραν ἐποιεῖτο περὶ τὰς Ἀχαρνὰς καθήμενος εἰ ἐπεξίασιν·
Therefore, when they did not meet him at Eleusis and the Thriasian plain, he made a trial by encamping near Acharnae to see if they would march out.
§2.20.4ἅμα μὲν γὰρ αὐτῷ ὁ χῶρος ἐπιτήδειος ἐφαίνετο ἐνστρατοπεδεῦσαι, ἅμα δὲ καὶ οἱ Ἀχαρνῆς μέγα μέρος ὄντες τῆς πόλεως (τρισχίλιοι γὰρ ὁπλῖται ἐγένοντο) οὐ περιόψεσθαι ἐδόκουν τὰ σφέτερα διαφθαρέντα, ἀλλ’ ὁρμήσειν καὶ τοὺς πάντας ἐς μάχην.
For on the one hand, the place seemed to him suitable for encamping, and on the other hand, the Acharnians, being a large part of the city (for they numbered three thousand hoplites), were not expected to look on while their own property was destroyed, but to impel all the others also to battle.
εἴ τε καὶ μὴ ἐπεξέλθοιεν ἐκείνῃ τῇ ἐσβολῇ οἱ Ἀθηναῖοι, ἀδεέστερον ἤδη ἐς τὸ ὕστερον τό τε πεδίον τεμεῖν καὶ πρὸς αὐτὴν τὴν πόλιν χωρήσεσθαι· τοὺς γὰρ Ἀχαρνέας ἐστερημένους τῶν σφετέρων οὐχ ὁμοίως προθύμους ἔσεσθαι ὑπὲρ τῆς τῶν ἄλλων κινδυνεύειν, στάσιν δ’ ἐνέσεσθαι τῇ γνώμῃ.
And even if the Athenians did not march out during this invasion, they would thereafter with less fear ravage the plain and advance against the city itself; for the Acharnians, deprived of their own property, would not be equally eager to face danger for that of others, and division would arise in their counsels.
§2.20.5τοιαύτῃ μὲν διανοίᾳ ὁ Ἀρχίδαμος περὶ τὰς Ἀχαρνὰς ἦν.
With such an intention, Archidamus remained near Acharnae.