§1.106.1οἱ δὲ νικώμενοι ὑπεχώρουν, καί τι αὐτῶν μέρος οὐκ ὀλίγον προσβιασθὲν καὶ διαμαρτὸν τῆς ὁδοῦ ἐσέπεσεν ἔς του χωρίον ἰδιώτου, ᾧ ἔτυχεν ὄρυγμα μέγα περιεῖργον καὶ οὐκ ἦν ἔξοδος.
And the defeated retreated, and a not inconsiderable part of them, being hard pressed and losing their way, fell into the private estate of a certain person, which a great ditch happened to surround, and there was no exit.
§1.106.2οἱ δὲ Ἀθηναῖοι γνόντες κατὰ πρόσωπόν τε εἶργον τοῖς ὁπλίταις καὶ περιστήσαντες κύκλῳ τοὺς ψιλοὺς κατέλευσαν πάντας τοὺς ἐσελθόντας, καὶ πάθος μέγα τοῦτο Κορινθίοις ἐγένετο.
The Athenians, perceiving this, shut them in in front with their hoplites, and having posted their light-armed troops all around, stoned to death all those who had entered; and this was a great disaster for the Corinthians.
τὸ δὲ πλῆθος ἀπεχώρησεν αὐτοῖς τῆς στρατιᾶς ἐπ’ οἴκου.
But the main body of their army retreated homewards.